previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Μύνδιος Ἀλέξανδρος οὐ πίνειν φησὶ τὴν φάσσαν ἀνακύπτουσαν ὡς τὴν τρυγόνα καὶ τοῦ χειμῶνος μὴ φθέγγεσθαι, εἰ μὴ εὐδίας γενομένης. λέγεται δὲ ὅτι οἰνὰς ἐὰν φαγοῦσα τὸ τῆς ἰξίας σπέρμα ἐπί τινος ἀφοδεύσῃ δένδρου, ἰδίαν ἰξίαν φύεσθαι. Δαίμαχος δ᾽ ἐν τοῖς Ἰνδικοῖς ἱστορεῖ FHG II 440' 'περιστερὰς μηλίνας γίνεσθαι ἐν Ἰνδοῖς. Χάρων δ᾽ Λαμψακηνὸς ἐν τοῖς Περσικοῖς περὶ Μαρδονίου ἱστορῶν καὶ τοῦ διαφθαρέντος στρατοῦ Περσικοῦ περὶ τὸν Ἄθω γράφει καὶ ταῦτα FHG I 32':' ‘καὶ λευκαὶ περιστεραὶ τότε πρῶτον εἰς Ἕλληνας ἐφάνησαν, πρότερον οὐ γιγνόμεναι.' δ᾽ Ἀριστοτέλης φησὶν h. a. 613a 2' 'ὡς αἱ περιστεραὶ γινομένων τῶν νεοττῶν τῆς ἁλμυριζούσης γῆς διαμασησάμεναι ἐμπτύουσιν αὐτοῖς διοιγνῦσαι τὸ στόμα, διὰ τούτου παρασκευάζουσαι αὐτοὺς πρὸς τὴν τροφήν. τῆς δὲ Σικελίας ἐν Ἔρυκι καιρός τις ἐστίν, ὃν καλοῦσιν Ἀναγωγάς, ἐν φασι τὴν θεὸν εἰς Λιβύην ἀνάγεσθαι. τότ᾽ οὖν αἱ περὶ τὸν τόπον περιστεραὶ ἀφανεῖς γίνονται ὡς δὴ τῇ θεῷ συναποδημοῦσαι. καὶ μεθ᾽ ἡμέρας ἐννέα ἐν τοῖς λεγομένοις Καταγωγίοις μιᾶς προπετασθείσης ἐκ τοῦ πελάγους περιστερᾶς καὶ εἰς τὸν νεὼν εἰσπτάσης παραγίνονται καὶ αἱ λοιπαί. ὅσοι οὖν τότε περιουσίας εὖ ἥκουσι τῶν περιοίκων εὐωχοῦνται, οἱ δὲ λοιποὶ κροταλίζουσιν μετὰ χαρᾶς, ὄζει τε πᾶς τόπος τότε βούτυρον, δὴ τεκμηρίῳ χρῶνται τῆς θείας ἐπανόδου. Αὐτοκράτης ἐν τοῖς Ἀχαικοῖς FHG IV 346' 'καὶ τὸν Δία ἱστορεῖ μεταβαλεῖν τὴν μορφὴν εἰς περιστερὰν ἐρασθέντα παρθένου Φθίας ὄνομα ἐν Αἰγίῳ. Ἀττικοὶ δὲ ἀρσενικῶς περιστερὸν καλοῦσιν. Ἄλεξις Συντρέχουσιν II 375 K':'
λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός.
δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον:
εἰ δὲ νέον παλαιόν, οὐ πεφρόντικεν.
ἐν δὲ Δορκίδι Ποππυζούσῃ θηλυκῶς εἴρηκε καὶ ὅτι αἱ Σικελικαὶ διάφοροί εἰσι II 316 K':'
περιστερὰς
ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ
κομψάς.
Φερεκράτης ἐν Γραυσί φησιν I 154 K':'
ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.
ἐν δὲ Πετάλῃ ib. 185':'
ἀλλ᾽, περιστέριον, ὅμοιον Κλεισθένει
πέτου, κόμισον δέ μ᾽ ἐς Κύθηρα καὶ Κύπρον.
Νίκανδρος δὲ ἐν δευτέρῳ Γεωργικῶν τῶν Σικελικῶν μνημονεύων πελειάδων φησί fr. 73 Sch':'
καί τε σύ γε θρέψαιο Δρακοντιάδας διτοκεύσας
Σικελὰς μεγάροισι πελειάδας: οὐδέ φιν ἅρπαι
οὐδεφινοστρακεοι λωβήσιμοι ἐξενέπονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: