previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ μὴν οὐδ᾽ ὧν Πλάτων εἴρηκε περὶ Σωκράτους τῶν κωμικῶν τις εἴρηκεν, οὔθ᾽ ὅτι μαίας βλοσυρᾶς υἱὸς ἦν Theaet. p. 149 a' 'οὔθ᾽ ὅτι Ξανθίππη χαλεπὴ ἦν γυνή, ἥτις καὶ νιπτῆρας αὐτοῦ κατέχει τῆς κεφαλῆς, οὔθ᾽ ὡς Ἀλκιβιάδῃ συνεκοιμήθη ὑπὸ τὴν αὐτὴν γενόμενος χλαῖναν symp. p. 219 b'.' καίτοι ἀναγκαῖον ἦν τοῦτο ἐκκωδωνισθῆναι ὑπὸ Ἀριστοφάνους τοῦ καὶ ἐν τῷ συμποσίῳ κατὰ Πλάτωνα: οὐ γὰρ ἂν ἐσίγησε τοῦτ᾽ Ἀριστοφάνης ... ὡς τοὺς νέους διαφθείροντος. Ἀσπασία μέντοι σοφὴ τοῦ Σωκράτους διδάσκαλος τῶν ῥητορικῶν λόγων ἐν τοῖς φερομένοις ὡς αὐτῆς ἔπεσιν, ἅπερ Ἡρόδικος Κρατήτειος παρέθετο, φησὶν οὕτως cf. Bergk PL II 288':'
Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν
σὴν
παιδὸς Δεινομάχης καὶ Κλεινίου. ἀλλ᾽ ὑπάκουσον,
εἰ βούλει σοι ἔχειν εὖ παιδικά: μηδ᾽ ἀπιθήσῃς
ἀγγέλῳ, ἀλλὰ πιθοῦ: καί σοι πολὺ βέλτιον ἔσται.
κἀγὼ ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπάνθη
ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτῳ.
στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο,
τόνδ᾽ αἱρήσεις, ὠσὶν δ᾽ ἐνίει ποθέουσιν:
ἀμφοῖν γὰρ φιλίας ἥδ᾽ ἀρχή: τῇδε καθέξεις
αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.
κυνηγεῖ οὖν καλὸς Σωκράτης ἐρωτοδιδάσκαλον ἔχων τὴν Μιλησίαν, ἀλλ᾽ οὐκ αὐτὸς θηρεύεται, ὡς Πλάτων ἔφη, λινοστατούμενος ὑπὸ Ἀλκιβιάδου. καὶ μὴν οὐ διαλείπει γε κλαίων ὡς ἄν, οἶμαι, δυσημερῶν. ἰδοῦσα γὰρ αὐτὸν ἐν οἵῳ ἦν καταστήματι Ἀσπασία φησίν:
τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; σ᾽ ἀνακινεῖ
στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς
παιδὸς ἀνικήτου; τὸν ἐγὼ τιθασόν σοι ὑπέστην
ποιῆσαι.
ὅτι δὲ ὄντως ἤρα τοῦ Ἀλκιβιάδου δῆλον ποιεῖ Πλάτων ἐν τῷ Πρωταγόρᾳ, καίτοι μικρὸν ἀπολείποντος τῶν τριάκοντα ἐτῶν. λέγει δ᾽ οὕτως p. 309a':' ‘πόθεν, Σώκρατες, φαίνει; δηλαδὴ ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρώην ἰδόντι καλὸς ἐφαίνετο ἀνὴρ ἔτι: ἀνὴρ μέντοι, Σώκρατες, ὥς γε ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος. —εἶτα τί δὴ τοῦτ᾽; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη Od. 10.279' 'χαριεστάτην ἥβην εἶναι τοῦ ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης αὐτὸς ἔχει.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: