previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο
Ἀγριόπην Θρῇσσαν στειλάμενος κιθάρην
Ἁιδόθεν: ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον,
ἔνθα Χάρων ἀκοὴν ἕλκεται εἰς ἄκατον
ψυχὰς οἰχομένων, λίμνης δ᾽ ἐπὶ μακρὸν ἀυτεῖ
ῥεῦμα διὲκ μεγάλων ῥυομένης δονάκων.
πόλλ᾽ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων
Ὀρφεύς, παντοίους δ᾽ ἐξανέπεισε θεούς:
Κωκυτόν τ᾽ ἀθέμιστον ἐπ᾽ ὀφρύσι μηνίσαντα
ἠδὲ καὶ αἰνοτάτου βλέμμ᾽ ὑπέμεινε κυνός,
ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δ᾽ ὄμμα,
σκληρὸν τριστοίχοις δεῖμα φέρων κεφαλαῖς.
ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας
Ἀγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου.
οὐ μὴν οὐδ᾽ υἱὸς Μήνης ἀγέραστον ἔθηκεν
Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην:
τε πολὺν μύστῃσιν Ἐλευσῖνος παρὰ πέζαν
εὐασμὸν κρυφίων ἐξεφόρει λογίων,
Ρ̓άριον ὀργειῶνι νόμῳ διαποιπνύουσα
Δήμητρα: γνωστὴ δ᾽ ἐστὶ καὶ εἰν Ἀίδῃ.
φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον
Ἡσίοδον πάσης ἤρανον ἱστορίης
Ἀσκραίων ἐσικέσθαι ἐρῶνθ᾽ Ἑλικωνίδα κώμην:
ἔνθεν γ᾽ Ἠοίην μνώμενος Ἀσκραικὴν
πόλλ᾽ ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους,
ὑμνῶν ἐκ πρώτης παιδὸς ἀνερχόμενος.
αὐτὸς δ᾽ οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει
ἥδιστον πάντων δαίμονα μουσοπόλον,
λεπτὴν [δ᾽] ᾗσ᾽ Ἰθάκην ἐνετείνατο θεῖος Ὅμηρος
ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης:
ἣν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον,
πολλὸν ἀπ᾽ εὐρείης λειπόμενος πατρίδος:
ἔκλεε δ᾽ Ἰκαρίου τε γένος καὶ δῆμον Ἀμύκλου
καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων.
Μίμνερμος δὲ τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς
ἦχον καὶ μαλακοῦ πνεῦμ᾽ ἀπὸ πενταμέτρου.
καίετο μὲν Ναννοῦς: πολιῷ δ᾽ ἐπὶ πολλάκι λωτῷ
κνημωθεὶς κώμους εἶχε σὺν Ἑξαμύῃ.
δ᾽ ἠχθεεδ᾽ Ἑρμόβιον τὸν αἰεὶ βαρὺν ἠδὲ Φερεκλῆν
ἐχθρὸν μισήσας οἷ᾽ ἀνέπεμψεν ἔπη.
Λυδῆς δ᾽ Ἀντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος
πληγεὶς Πακτωλοῦ ῥεῦμ᾽ ἐπέβη ποταμοῦ:
δαρδάνη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν
κλαίων, αἰάζων δ᾽ ἦλθεν ἀποπρολιπὼν
ἄκρην ἐς Κολοφῶνα: γόων δ᾽ ἐνεπλήσατο βίβλους
ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου.
Λέσβιος Ἀλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους,
Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον,
γινώσκεις. δ᾽ ἀοιδὸς ἀηδόνος ἠράσαθ᾽ ὕμνων
Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ.
καὶ γὰρ τὴν μελιχρὸς ἐφωμίλησεν Ἀνακρέων
στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι:
φοίτα δ᾽ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δ᾽ αὐτὴν
οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα,
Λέσβον ἐς εὔοινον: τὸ δὲ Μύσιον εἴσιδε Λέκτον
πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας.
Ἀτθὶς δ᾽ οἷα μέλισσα πολυπρήωνα Κολώνην
λείπουσ᾽ ἐν τραγικαῖς ᾖδε χοροστασίαις
Βάκχον καὶ τὸν Ἔρωτα Θεωρίδος ...

....... Ζεὺς ἔπορεν Σοφοκλεῖ. φημὶ δὲ καὶ κεῖνον τὸν αἰεὶ πεφυλαγμένον ἄνδρα

καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν
πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα
τόξου νυκτερινὰς οὐκ ἀποθέσθ᾽ ὀδύνας:
ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας
Αἰγείων, μέθεπεν δ᾽ Ἀρχέλεω ταμίην:
εἰσόκε .. δαίμων, Εὐριπίδη, εὕρετ᾽ ὄλεθρον,
Ἀμφιβίου στυγνῶν ἀντιάσαντι κυνῶν.
ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι
Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην
Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς
ὠρυγῇ ταύτης ἦλθε διὰ πτόλεως,
γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείης
αὐτοῖς μηλείοις θήκαθ᾽ ὑπὸ προγόνοις.
οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου πολιῆται
Κῷοι χάλκειον θῆκαν ὑπὸ πλατάνῳ
Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλητᾶν
ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν.
οὐδὲ μὲν οὐδ᾽ ὁπόσοι σκληρὸν βίον ἐστήσαντο
ἀνθρώπων, σκολιὴν μαιόμενοι σοφίην,
οὓς αὐτὴ περὶ πικρὰ λόγοις ἐσφίγξατο μῆτις
καὶ δεινὴ μύθων κῆδος ἔχουσ᾽ ἀρετή,
οὐδ᾽ οἳ δεινὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμὸν
φαινόμενον, δεινὸν δ᾽ ἦλθον ὑφ᾽ ἡνίοχον.
οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς
Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης
εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ
βαιῇ ἐνὶ σφαίρῃ πάντ᾽ ἀπομασσόμενον.
οἵῳ δ᾽ ἐχλίηνεν ὃν ἔξοχον ἔχρη Ἀπόλλων
ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ
Κύπρις μηνίουσα πυρὸς μένει. ἐκ δὲ βαθείης
ψυχῆς κουφοτέρας ἐξεπόνησ᾽ ἀνίας,
οἰκί᾽ ἐς Ἀσπασίης πωλεύμενος: οὐδέ τι τέκμαρ
εὗρε, λόγῳ πολλὰς εὑρόμενος διόδους.
ἄνδρα <δὲ> Κυρηναῖον ἔσω πόθος ἔσπασεν Ἰσθμοῦ,
δεινὸν ὅτ᾽ Ἀπιδανῆς Λαίδος ἠράσατο
ὀξὺς Ἀρίστιππος, πάσας δ᾽ ἠνήνατο λέσχας
φεύγων ουδαμενον ἐξεφόρησε βίωι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: