εἶεν, γυναῖκες, ὡς ὑμῖν πάλαιἈξιόνικος δ᾽ ἐν Φιλίννῃ φησί ῾II 414 K':'
οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι.
ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία,
ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ.
εἰ γὰρ Φάωνα δεῖσθ᾽ ἰδεῖν, προτέλεια δεῖ
ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί:
πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται
πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι
ἑκκαίδεχ᾽ ὁλόκληροι μέλιτι διαμεμιγμέναι,
λαγῷα δώδεκ᾽ ἐπισέληνα. τἄλλα δὲ
ἤδη τάδ᾽ εὐτελέστατ᾽ <ἐστ᾽>: ἄκουε δή.
βολβῶν μὲν Ὀρθάννῃ τρί᾽ ἡμιεκτέα,
Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν
μύρτων πινακίσκος χειρὶ παρατετιλμένων:
λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες.
πύργης τετάρτης κυσί τε καὶ κυνηγέταις,
Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον,
ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα.
ταῦτ᾽ ἐστι τἀναλώματ᾽. εἰ μὲν οὖν τάδε
προσοίσετ᾽, εἰσέλθοιτ᾽ ἄν: εἰ δὲ μή, μάτην
ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν.
γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.