previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δ᾽ Ἀττικῶν ἄρτων ὡς διαφόρων μνημονεύει καὶ Ἀντιφάνης ἐν Ὀμφάλῃ οὕτως II 83 K':'
πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς
δύναιτ᾽ ἂν ἐξελθεῖν ποτ᾽ ἐκ τῆσδε στέγης,
ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους
ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,
ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,
μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις
Θεαρίων ἔδειξεν.
οὗτός ἐστι Θεαρίων ἀρτοποιός, οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων p. 518 b':' "3.. οἵτινες ἀγαθοὶ γεγόνασιν εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ἀρτοκόπος καὶ Μίθαικος τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, δὲ ὄψον, δὲ οἶνον.' καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ καὶ Αἰολοσίκωνι διὰ τούτων I 392 K':'
ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵν᾽ ἐστὶ κριβάνων ἑδώλια.
Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος ὡς διαφόρων ἐν Ὀρθάννῃ διὰ τούτων II 192 K':'
δεινὸν μὲν ἰδόντα παριππεῦσαι
Κυπρίους ἄρτους: Μαγνῆτις γὰρ
λίθος ὣς ἕλκει τοὺς πεινῶντας.
τῶν δὲ ΚΟΛΛΙΚΙΩΝ ἄρτωνοἱ αὐτοὶ δ᾽ εἰσὶ τοῖς κολλάβοιςἜφιππος ἐν Ἀρτέμιδι μνημονεύει οὕτως II 250 K':'
παρ᾽ Ἀλεξάνδρου δ᾽ ἐκ Θετταλίας
κολλικοφάγου κρίβανος ἄρτων.
Ἀριστοφάνης δ᾽ ἐν Ἀχαρνεῦσιν 872':'
χαῖρε κολλικοφάγε Βοιωτίδιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), MYUS
    • Dictionary of Greek and Roman Geography (1854), SYCE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: