κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.ἐπελάθεσθε δὲ καὶ ὑμεῖς τῶν τοῦ ποιητοῦ καλῶν, ὃς ἔφη ῾Od. 17.176':'
οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.καὶ ὁ καλὸς δ᾽ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη ῾I 484 K':'
ἀλλ᾽ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία,ἐμοί τε πολλῷ ἦν ἄμεινον κατὰ τὸ Παρμενίσκου τῶν κυνικῶν συμπόσιον δειπνεῖν ἢ ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν.' γελασάντων δὲ ἡμῶν ἔφη τις: ‘ἀλλ᾽ ὦ λῷστε ἀνδρῶν, μὴ φθονήσῃς ἡμῖν τὸ Παρμενίσκειον ἐκεῖνο διελθεῖν συμπόσιον.' καὶ ὃς μετέωρον αὑτὸν παραναστήσας ἔφη: ‘ὄμνυμι δ᾽ ὑμῖν, ἄνδρες, κατὰ τὸν ἡδὺν Ἀντιφάνη, ὃς ἐν τῇ Παρεκδιδομένῃ ἔφη ῾II 88 K':'
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
ὄμνυμι δ᾽ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν,
ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται,
ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον
ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.
ῥοφεῖν φακῆν ἐσθ᾽ ἡδὺ μὴ δεδοικότα,
μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.