previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ὃς ἔφη: ‘Δίδυμος γραμματικὸς ἐν ταῖς εἰς Ἴωνα Ἀντεξηγήσεσιν p. 302 Schm',' ἑταῖρε Αἰμιλιανέ, μάγαδιν αὐλὸν ἀκούει τὸν κιθαριστήριον: οὗ μνημονεύειν Ἀριστόξενον ἐν πρώτῳ περὶ Αὐλῶν Τρήσεως FHG II 286' 'λέγοντα πέντε γένη εἶναι αὐλῶν, παρθενίους, παιδικούς, κιθαριστηρίους, τελείους, ὑπερτελείους. ἐλλείπειεν οὖν δεῖ παρὰ τῷ Ἴωνι τόν τε σύνδεσμον, ἵν᾽ μάγαδις αὐλός <θ᾽> προσαυλούμενος τῇ μαγάδιδι. γὰρ μάγαδις ὄργανόν ἐστι ψαλτικόν, ὡς Ἀνακρέων φησί fr. 18',' Λυδῶν τε εὕρημα. διὸ καὶ τὰς Λυδὰς ψαλτρίας φησὶν εἶναι Ἴων ἐν τῇ Ὀμφάλῃ διὰ τούτων fr. 22 N':'
ἀλλ᾽ εἶα, Λυδαὶ ψάλτριαι παλαιθέτων
ὕμνων ἀοιδοί, τὸν ξένον κοιμήσατε.
Θεόφιλος δ᾽ κωμικὸς ἐν Νεοπτολέμῳ καὶ τὸ τῇ μαγάδιδι ψάλλειν μαγαδίζειν λέγει ἐν τούτοις II 475 K':'
πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα
ἐστὶν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους:
οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾁσεται μέλος.
Εὐφορίων δὲ ἐν τῷ περὶ Ἰσθμίων fr. 32 M' 'παλαιὸν μέν φησι τὸ ὄργανον εἶναι τὴν μάγαδιν, μετασκευασθῆναι δ᾽ ὀψέ ποτε καὶ σαμβύκην μετονομασθῆναι. πλεῖστον δ᾽ εἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλήνῃ, ὡς καὶ μίαν τῶν Μουσῶν ἔχουσαν αὐτὸ ὑπὸ Λεσβοθέμιδος ποιηθῆναι ἀρχαίου ἀγαλματοποιοῦ. Μέναιχμος δ᾽ ἐν τοῖς περὶ Τεχνιτῶν fr. 5 M' 'τὴν πηκτίδα, ἣν τὴν αὐτὴν εἶναι τῇ μαγάδιδι, Σαπφώ φησιν εὑρεῖν. Ἀριστόξενος δὲ FHG II 286' 'τὴν μάγαδιν καὶ τὴν πηκτίδα χωρὶς πλήκτρου διὰ ψαλμοῦ παρέχεσθαι τὴν χρείαν. διόπερ καὶ Πίνδαρον εἰρηκέναι ἐν τῷ πρὸς Ἱέρωνα σκολίῳ fr. 125 B4',' τὴν μάγαδιν ὀνομάσαντα ψαλμὸν ἀντίφθογγον, διὰ τὸ διὰ δύο γενῶν ἅμα καὶ διὰ πασῶν ἔχειν τὴν συνῳδίαν ἀνδρῶν τε καὶ παίδων. καὶ Φρύνιχος δ᾽ ἐν Φοινίσσαις εἴρηκε fr. 11 N':'
ψαλμοῖσιν ἀντίσπαστ᾽ ἀείδοντες μέλη.
καὶ Σοφοκλῆς ἐν Μυσοῖς fr. 378 N':'
πολὺς δὲ Φρὺξ τρίγωνος, ἀντίσπαστά <τε>
Λυδῆς ἐφύμνει πηκτίδος συγχορδία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: