‘αὐτός, ὦ Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνηςσυνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, ἢ παρ᾽ ἄλλου μαθὼν τοῖς ἑταίροις διεξῄεισ᾽; ‘αὐτός, ὦ Τιμόκρατες, μετασχών᾽. ‘ἆρ᾽ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναι—
τρὶς δ᾽ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον,ὥς πού φησιν ὁ Κυρηναῖος ποιητής ῾Eratosth. fr. 37 Hill'—᾽ἢ παρ᾽ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ;᾽