κυμβία,Εὔβουλος δ᾽ ἐν Κατακολλωμένῳ ῾ib. 180':'
φιάλαι, τραγέλαφοι, κύλικες.
ἀλλ᾽ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο.Μένανδρος δ᾽ ἐν Ἁλιεῖ φησι ῾cf. p. 484 c':'
τραγέλαφοι, λαβρώνιοι.Ἀντιφάνης Χρυσίδι ῾II 110 K':'
.. σατραποπλούτῳ δ᾽, ὡς λέγουσι, νυμφίῳ,ΤΡΙΗΡΗΣ. ὅτι καὶ τριήρης εἶδος ἐκπώματος Ἐπίνικος ἐν Ὑποβαλλομέναις δεδήλωκε. προείρηται δὲ τὸ μαρτύριον ῾p. 497b'.'
κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους,
ζεύγη, καμήλους, στρώματ᾽, ἀργυρώματα,
φιάλας, τριήρεις, τραγελάφους, καρχήσια,
γαυλοὺς ὁλοχρύσους—Β. πλοῖα; Α. τοὺς κάδους μὲν οὖν
καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες.
ΥΣΤΙΑΚΟΝ ποτήριον ποιὸν Ῥίνθων ἐν Ἡρακλεῖ:
ἐν ὑστιακῷ τε καθαρὸν ἐλατῆρα <σὺ>
καθαρῶν τ᾽ ἀλήτων κἀλφίτων ἀπερρόφεις.