Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΚΑΔΟΣ.
Σιμμίας ποτήριον,
παρατιθέμενος
Ἀνακρέοντος ῾fr. 17 B4':'
ἠρίστησα μὲν ἰτρίου λεπτοῦ <μικρὸν> ἀποκλάς,
οἴνου δ᾽ ἐξέπιον κάδον.
Ἐπιγένης δ᾽ ἐν Μνηματίῳ φησίν ῾II 418 K':'
κρατῆρες, κάδοι,
ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί:
<λουτήρι᾽>—ἀλλὰ τί καθ᾽ ἕκαστον δεῖ λέγειν;
ὄψει γὰρ αὐτός. Β. βασιλέως υἱὸν λέγεις
<Καρῶν> ἀφῖχθαι δηλαδὴ Πιξώδαρον.
Ἡδύλος Ἐπιγράμμασι:
πίνωμεν: καὶ γάρ τι νέον, καὶ γάρ τι παρ᾽ οἶνον
εὕροιμ᾽ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος.
ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε ‘παῖζε,
Ἡδύλε᾽. μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων.
καὶ ἐν ἄλλῳ:
ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτὸς πάλι Σωκλῆς
εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις,
εἶτ᾽ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ᾽ οἶνον
Σικελίδου παίζει πουλὺ μελιχρότερον,
ἐστὶ δὲ δή, πολὺ <δὴ> στιβαρώτερος. ὡς δ᾽ ἐπιλάμπει
ἡ χάρις, ὥστε φίλει καὶ γράφε καὶ μέθυε.
Κλείταρχος δ᾽ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν
Ἴωνας κάδον καλεῖν.
Ἡρόδοτος δ᾽ ἐν τῇ τρίτῃ ῾c. 20'
'‘
φοινικηίου,
φησίν,
οἴνου κάδον.'