previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΠΕΛΛΑ ἀγγεῖον σκυφοειδές, πυθμένα ἔχον πλατύτερον, εἰς ἤμελγον τὸ γάλα. Ὅμηρος:

ὡς ὅτε μυῖαι
σταθμῷ ἐνιβρομέωσιν ἐυγλαγέας κατὰ πέλλας.

τοῦτο δὲ Ἱππῶναξ λέγει πελλίδα fr. 38 B4':'
ἐκ πελλίδος πίνοντες: οὐ γὰρ ἦν αὐτῇ
κύλιξ, παῖς γὰρ ἐμπεσὼν κατήραξε,
δῆλον, οἶμαι, ποιῶν ὅτι ποτήριον μὲν οὐκ ἦν, δι᾽ ἀπορίαν δὲ κύλικος ἐχρῶντο τῇ πελλίδι. καὶ πάλιν fr. 39':'
ἐκ δὲ τῆς πέλλης
ἔπινον, ἄλλοτ᾽ αὐτός, ἄλλοτ᾽ Ἀρήτη
προὔπινεν.
Φοῖνιξ δ᾽ Κολοφώνιος ἐν τοῖς Ἰάμβοις ἐπὶ φιάλης τίθησι τὴν λέξιν λέγων οὕτως chol. p. 143':'
Θαλῆς γάρ, ὅστις ἀστέρων ὀνήιστος ...
καὶ τῶν τότ᾽, ὡς λέγουσι, πολλὸν ἀνθρώπων
ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν.
καὶ ἐν ἄλλῳ δὲ μέρει φησίν ibid':'
ἐκ πελλίδος <δὲ> τάργανον κατηγυίης
χωλοῖσι δακτύλοισι τἠτέρῃ σπένδει,
τρέμων οἷόνπερ ἐν βορηίῳ νωδός.
Κλείταρχος δὲ ἐν ταῖς Γλώσσαις πελλητῆρα μὲν καλεῖν Θεσσαλοὺς καὶ Αἰολεῖς τὸν ἀμολγέα, πέλλαν δὲ τὸ ποτήριον. Φιλητᾶς δ᾽ ἐν Ἀτάκτοις fr. 50 Bach' 'τὴν κύλικα Βοιωτούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: