σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντεςΔίφιλος δ᾽ ὁ Σίφνιος ἱστορεῖ: ‘οἱ τῶν φοινίκων ἐγκέφαλοι πλήσμιοι καὶ πολύτροφοι, ἔτι δὲ βαρεῖς καὶ δυσοικονόμητοι διψώδεις τε καὶ στατικοὶ κοιλίας.' ‘ἡμεῖς δέ, φησὶν οὗτος, ἑταῖρε Τιμόκρατες, δόξομεν ἐγκέφαλον ἔχειν μέχρι τοῦ τέλους, εἰ καταπαύσομεν ἐνταῦθα καὶ τήνδε τὴν συναγωγήν.' —
ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΕΓΚΕΦΑΛΟΣ ΦΟΙΝΙΚΟΣ. Θεόφραστος περὶ φοίνικος τοῦ φυτοῦ εἰπὼν ἐπιφέρει ῾h. pl. 2, 6, 2':' ‘ἡ μὲν οὖν
ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις: ἡ δ᾽ ἀπ᾽ αὐτοῦ,
ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος.' καὶ
Ξενοφῶν ἐν δευτέρῳ Ἀναβάσεως γράφει τάδε ῾3, 16':'
‘ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον
ἔφαγον οἱ στρατιῶται: καὶ οἱ πολλοὶ ἐθαύμαζον τό
τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς: ἦν δὲ σφόδρα
καὶ τοῦτο κεφαλαλγές. ὁ δὲ φοῖνιξ, ὅταν ἐξαιρεθῇ
ὁ ἐγκέφαλος, ὅλος ἐξαυαίνεται.' Νίκανδρος Γεωργικοῖς ῾fr. 80 Schn':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.