previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Μνησίμαχος δὲ ἐν Φιλίππῳ διὰ τὸν ὑπερβάλλοντα κόρον ἐν τοῖς δείπνοις παράγει τι συμπόσιον πολέμου παρασκευὴν ἐπαγγελλόμενον καὶ ὡς ἀληθῶς κατὰ τὸν χαριέστατον Ξενοφῶντα Hell. 3, 4, 17' 'πολέμου ἐργαστήριον. λέγει δ᾽ οὕτως II 441 K':'
ἆρ᾽ οἶσθα <σύ>
ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον,
οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα,
ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν;
ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα
ἡμῖν παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς,
ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα
κατεαγότ᾽, ἀσπίδας δὲ προσκεφάλαια καὶ
θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
καὶ τόξα, καταπέλταισι δ᾽ ἐστεφανώμεθα.
καὶ Κολοφώνιος δὲ Φοῖνιξ φησίν fr. 3 B':'
Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή,
κόμη δὲ τόξα, δήιοι δὲ κρητῆρες,
ἵπποι δ᾽ ἄκρητος κἀλαλὴμύρον χεῖτε᾽.
ἐν δὲ τῷ Παρασίτῳ Ἄλεξις περὶ πολυφάγου τινὸς διαλεγόμενός φησι II 364 K':'
καλοῦσι δ᾽ αὐτὸν πάντες οἱ νεώτεροι
Παράσιτον ὑποκόρισμα: τῷ δ᾽ οὐδὲν μέλει.
δειπνεῖ δ᾽ ἄφωνος Τήλεφος, νεύων μόνον
πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις
αὐτὸν κεκληκὼς τὰ Σαμοθρᾴκι᾽ εὔχεται
λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.
χειμὼν μειρακίσκος ἐστὶ τοῖς φίλοις.
Δίφιλος δ᾽ ἐν Ἡρακλεῖ περί τινος τῶν ὁμοίων διαλεγόμενος διέξεισιν II 556 K':'
ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα
ἤδη τ᾽ ἀκροθώρακ᾽ ὄντα καὶ θυμούμενον,
τονδὶ δὲ ναστὸν Ἀστίωνος μείζονα
ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα;
διὸ καλῶς ἔλεγεν Βορυσθενίτης Βίων οὐ δεῖν ἀπὸ τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλ᾽ ἀπὸ τοῦ φρονεῖν. δ᾽ Εὐριπίδης φησί fr. 212 N':'
φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα,
ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γινομένης. Αἰσχύλος τ᾽ ἐν Φινεῖ fr. 253 N':'
καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου
ἐρρυσίαζον στόματος ἐν πρώτῃ χαρᾷ.
ἐν Σθενεβοίᾳ δ᾽ Εὐριπίδης περὶ εὐτελείας λέγων fr. 672':'
βίος δὲ πορφυροῦς θαλάσσιος,
οὐκ εὐτράπεζος, ἀλλ᾽ ἐπάκτιοι φάτναι.
ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς
θάλασσα: τήνδ᾽ ἀροῦμεν, ἐκ ταύτης βίος
βρόχοισι καὶ πέδαισιν οἴκαδ᾽ ἔρχεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: