previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς δὲ δίψης οὐδέν ἐστι πολυποθητότερον. διόπερ καὶ τὸ Ἄργος πολυδίψιον ποιητὴς ἔφη, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ καὶ Σοφοκλῆς φησι fr. 692 N':'
διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ
οὐκ ἂν πλέον τέρψειας πιεῖν διδούς.
καὶ Ἀρχίλοχος fr. 68 B':'
μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν,
ὣς ἐρέω.
καὶ τῶν τραγικῶν δέ τις ἔφη fr. adesp. 69 N':'
ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου.
καὶ Ἀνακρέων fr. 57 B':'
φίλη γὰρ εἶς ξείνοις: ἔασον δέ με διψῶντα πιεῖν.
καὶ Ξενοφῶν δ᾽ ἐν τῷ τρίτῳ τῆς Παιδείας ποιεῖ τὸν Κῦρον τάδε λέγοντα V 1, 1':' ‘ἐγὼ ὑμῖν διψῶ χαρίσασθαι.' Πλάτων δ᾽ ἐν τῇ Πολιτείᾳ VIII 562 c':' ‘ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: