previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Φίλιππος δ᾽ τοῦ Ἀλεξάνδρου πατὴρ φιλοπότης ἦν, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν FHG I 308'.' κἀν ἄλλῳ δὲ μέρει τῆς ἱστορίας p. 329' 'γράφει: ‘Φίλιππος ἦν τὰ μὲν φύσει μανικὸς καὶ προπετὴς ἐπὶ τῶν κινδύνων, τὰ δὲ διὰ μέθην: ἦν γὰρ πολυπότης καὶ πολλάκις μεθύων ἐξεβοήθει.' ἐν δὲ τῷ τρίτῃ καὶ πεντηκοστῇ περὶ τῶν ἐν Χαιρωνείᾳ γενομένων εἰπὼν καὶ ὡς ἐπὶ δεῖπνον ἐκάλεσε τοὺς παραγενομένους τῶν Ἀθηναίων πρέσβεις φησίν ib. 323':' ‘ δὲ Φίλιππος ἀποχωρησάντων ἐκείνων εὐθέως μετεπέμπετό τινας τῶν ἑταίρων, καλεῖν δ᾽ ἐκέλευε τὰς αὐλητρίδας καὶ Ἀριστόνικον τὸν κιθαρῳδὸν καὶ Δωρίωνα τὸν αὐλητὴν καὶ τοὺς ἄλλους τοὺς εἰθισμένους αὐτῷ συμπίνειν: περιήγετο γὰρ πανταχοῦ τοὺς τοιούτους Φίλιππος καὶ κατασκευασάμενος ἦν ὄργανα πολλὰ συμποσίου καὶ συνουσίας. ὢν γὰρ φιλοπότης καὶ τὸν τρόπον ἀκόλαστος καὶ βωμολόχους εἶχε περὶ αὑτὸν συχνοὺς καὶ τῶν περὶ τὴν μουσικὴν ὄντων καὶ τῶν τὰ γέλοια λεγόντων. πιὼν δὲ τὴν νύκτα πᾶσαν καὶ μεθυσθεὶς πολὺ καὶ πατάξας ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι ἤδη πρὸς ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις τοὺς τῶν Ἀθηναίων.' Καρύστιος δὲ ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν FHG IV 357' '‘ὅτε, φησί, μεθύειν προῃρεῖτο Φίλιππος, τοῦτ᾽ ἔλεγεχρὴ πίνειν: Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων.' κυβεύοντος δέ ποτε αὐτοῦ καί τινος ἀγγείλαντος ὡς Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: