Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΚΟΤΥΛΟΣ.
τὰ μόνωτα ποτήρια κότυλοι,
ὧν καὶ
Ἀλκαῖος μνημονεύει ῾fr. 139 B'.'
Διόδωρος δ᾽ ἐν τῷ
πρὸς Λυκόφρονα ῾cf. Lyc. fr. 76 Streck' '
παρὰ Σικυωνίοις
καὶ Ταραντίνοις ἐπιπολάζειν φησὶ τὸ ἔκπωμα,
εἶναι δ᾽
αὐτὸ λουτηρίῳ ἐοικὸς βαθεῖ.
ἔχει δὲ καὶ οὖς ἐνιαχῇ.
μνημονεύει δὲ αὐτοῦ καὶ Ἴων ὁ Χῖος ῾fr. 51 N' '‘
κότυλον οἴνου πλέων᾽ λέγων.
Ἕρμιππος δὲ ἐν Θεοῖς
῾I 232 K':'
τόν τε κότυλον πρῶτον ἤνεγκ᾽ ἐνέχυρον τῶν γειτόνων.
καὶ Πλάτων ἐν Διὶ κακουμένῳ ῾ib. 613' '‘
τὸν κότυλον
φέρει᾽ φησί,
καὶ Ἀριστοφάνης ἐν Βαβυλωνίοις ῾ib. 410'.'
Εὔβουλος δ᾽ ἐν Ὀδυσσεῖ ἢ Πανόπταις ῾II 189 K':'
ὁ δ᾽ ἱερεὺς Εὐήγορος
ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων
οἶνον ἐξέσπενδε κοτύλῳ.
Πάμφιλος δὲ ποτηρίου φησὶν εἶναι γένος,
ἴδιον δ᾽
εἶναι Διονύσου.
Πολέμων δ᾽ ἐν τῷ περὶ τοῦ Δίου
Κῳδίου φησί ῾fr. 88 Pr':' ‘
μετὰ δὲ ταῦτα τὴν τελετὴν
ποιεῖ καὶ αἱρεῖ τὰ ἐκ τῆς θαλάμης καὶ νέμει ὅσοι ἄνω
τὸ κέρνος περιενηνοχότες.
τοῦτο δ᾽ ἐστὶν ἀγγεῖον κεραμεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους:
ἔνεισι δ᾽ ἐν αὐτοῖς ὅρμινοι,
μήκωνες λευκοί,
πυροί,
κριθαί,
πισοί,
λάθυροι,
ὦχροι,
φακοί,
κύαμοι,
ζειαί,
βρόμος,
παλάθιον,
μέλι,
ἔλαιον,
οἶνος,
γάλα,
ὄιον
ἔριον ἄπλυτον.
ὁ δὲ τοῦτο βαστάσας οἷον λικνοφορήσας τούτων γεύεται.'