ἔσθ᾽ ὑποχέασθαι πλείονας: πιεῖν δ᾽ ἔτιἘπίνικος δ᾽ ἐν Ὑποβαλλομέναις ῾III 331 K':'
ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.
καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρίαπερὶ δὲ τοῦ τρίτου λέγων φησίν:
πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν
κρουνιζόμενον. ἀμφότερα δ᾽ οἰωνίζομαι.
ἕν ἐστιν ἐλέφας—Β. .. ἐλέφαντας περιάγει [ῥυτόν];
Α. χωροῦν δύο χόας. Β. [ὃν] οὐδ᾽ ἂν ἐλέφας ἐκπίοι.
Α. ἐγὼ <δὲ> τοῦτό <γ᾽ ἐκ>πέπωκα πολλάκις.
Β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις οὐδὲ σύ.
Α. ἕτερον τριήρης: τοῦτ᾽ ἴσως χωρεῖ χόα.
ὁ Βελλεροφόντης ἐστὶν ἀπὸ τοῦ Πηγάσουἐκαλεῖτο δὲ τὸ ῥυτὸν πρότερον κέρας. δοκεῖ δὲ σκευοποιηθῆναι ὑπὸ πρώτου τοῦ Φιλαδέλφου Πτολεμαίου βασιλέως φορήματα γενέσθαι τῶν Ἀρσινόης εἰκόνων. τῇ γὰρ εὐωνύμῳ χειρὶ τοιοῦτον φέρει δημιούργημα πάντων τῶν ὡραίων πλῆρες, ἐμφαινόντων τῶν δημιουργῶν ὡς καὶ τοῦ τῆς Ἀμαλθείας ἐστὶν ὀλβιώτερον τὸ κέρας τοῦτο. μνημονεύει αὐτοῦ Θεοκλῆς ἐν Ἰθυφάλλοις οὕτως ῾Bergk anth. 519':'
τὴν πύρπνοον Χίμαιραν εἰσηκοντικώς.
εἶεν, δέχου καὶ τοῦτο.
ἐθύσαμεν γὰρ σήμερον ΣωτήριαΔιονύσιος δ᾽ ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων τινὰ ποτήρια καὶ τοῦ ῥυτοῦ ἐμνήσθη, ὡς προεῖπον ῾p. 467 d':' Ἡδύλος δ᾽ ἐν Ἐπιγράμμασι περὶ τοῦ κατασκευασθέντος ὑπὸ Κτησιβίου τοῦ μηχανοποιοῦ ῥυτοῦ μνημονεύων φησί:
πάντες οἱ τεχνῖται:
μεθ᾽ ὧν πιὼν τὸ δίκερας ὡς τὸν φίλτατον
βασιλέα πάρειμι.
ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸνΘεόφραστος δ᾽ ἐν τῷ περὶ Μέθης ῾fr. 122 W' 'τὸ ῥυτόν φησιν ὀνομαζόμενον ποτήριον τοῖς ἥρωσι μόνοις ἀποδίδοσθαι. Δωρόθεος δ᾽ ὁ Σιδώνιός φησιν τὰ ῥυτὰ κέρασιν ὅμοια εἶναι, διατετρημένα δ᾽ εἶναι, ἐξ ὧν κρουνιζόντων λεπτῶς κάτωθεν πίνουσιν, ὠνομάσθαι τε ἀπὸ τῆς ῥύσεως.
τὸ ῥυτὸν εὐδίης δεῦτ᾽ ἴδετ᾽ Ἀρσινόης,
ὀρχηστὴν Βησᾶν Αἰγύπτιον: ὃς λιγὺν ἦχον
σαλπίζει κρουνοῦ πρὸς ῥύσιν οἰγομένου,
οὐ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γέγωνεν
κώδωνος κώμου σύνθεμα καὶ θαλίης,
Νεῖλος ὁκοῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς
εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων.
ἀλλ᾽ εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο,
δεῦτε, νέοι, νηῷ τῷδε παρ᾽ Ἀρσινόης.