previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀπώλοντο δὲ καὶ ΜΑΓΝΗΤΕΣ οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν τοῖς Ἐλεγείοις cf. Bergk ad fr. 3' 'καὶ Ἀρχίλοχος fr. 20':' ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων. καὶ περὶ αὐτῶν δὲ τῶν ΕΦΕΣΙΩΝ Δημόκριτος Ἐφέσιος ἐν τῷ προτέρῳ περὶ τοῦ ἐν Ἐφέσῳ Ναοῦ διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων γράφει καὶ τάδε FHG IV 383':' ‘τὰ δὲ τῶν Ἰώνων ἰοβαφῆ καὶ πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντά: αἱ δὲ κεφαλαὶ κατ᾽ ἴσα διειλημμέναι ζῴοις. καὶ σαράπεις μήλινοι καὶ πορφυροῖ καὶ λευκοί, οἳ δὲ ἁλουργεῖς. καὶ καλασίρεις Κορινθιουργεῖς: εἰσὶ δ᾽ αἳ μὲν πορφυραῖ τούτων, αἳ δὲ ἰοβαφεῖς, αἳ δὲ ὑακίνθιναι: λάβοι δ᾽ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς. ὑπάρχουσιν δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν. ἴδοι δ᾽ ἄν τις, φησίν, καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν. ἐστὶν δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν: καταπέπασται δὲ χρυσοῖς κέγχροις: οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ᾽ ἔχουσιν ἀνὰ μέσον.' τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφεσίους ἐπιδόντας εἰς τρυφήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: