ξανθῇ δ᾽ Εὐρυπύλῃ μέλειτὴν προσηγορίαν ταύτην λαβεῖν τὸν ΑΡΤΕΜΩΝΑ διὰ τὸ τρυφερῶς βιοῦντα περιφέρεσθαι ἐπὶ κλίνης. καὶ γὰρ Ἀνακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις ῾fr. 21 B4':'
ὁ περιφόρητος Ἀρτέμων,
πρὶν μὲν ἔχων βερβέριον καλύμματ᾽ ἐσφηκωμένανῦν δ᾽ ἐπιβαίνει σατινέων, χρύσεα φορέων καθέρματα,
καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ
πλευρῇσι ..... βοός,
νεόπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν
κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων,
κίβδηλον εὑρίσκων βίον,
πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ᾽ ἐν τροχῷ,
πολλὰ δὲ νῶτα σκυτίνῃ μάστιγι θωμιχθείς, κόμην
πώγωνά τ᾽ ἐκτετιλμένος:
πάις Κύκης, καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ
γυναιξὶν αὕτως ...