σφίγγ᾽ ἄρρεν᾽, οὐ μάγειρον εἰς τὴν οἰκίαντὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον ῾fr. 46 Pr' 'ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλ᾽ ὅ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησίν ῾III 336 K':'
εἴληφ᾽: ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,
ὧν <ἂν> λέγῃ συνίημι: καινὰ ῥήματα
πεπορισμένος γάρ ἐστι.
ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τικαὶ ἐν Συντρόφοις ῾ib. 342':'
νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ
ἀστεῖον: οὐχ ἁλώσομ᾽ ἐκφέρων κρέας.
ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν;
Β. ἐντὸς πυλῶν γὰρ <ἂν> μένων ἄδειπνος ἦν.
Α. πότερ᾽ οὖν ἀφεῖσαι; Β. κατ᾽ ἀγορὰν ἐργάζομαι
ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.