Παλλὰς Τριτογένει᾽, ἄνασσ᾽ Ἀθηνᾶ,β# ῾3 B' '
ὄρθου τήνδε πόλιν τε καὶ πολίτας,
ἄτερ ἀλγέων [τε] καὶ στάσεων
καὶ θανάτων ἀώρων σύ τε καὶ πατήρ.
Πλούτου μητέρ᾽ Ὀλυμπίαν ἀείδωγ# ῾4 B' '
Δήμητρα στεφανηφόροις ἐν ὥραις,
σέ τε, παῖ Διός, Φερσεφόνη:
χαίρετον, εὖ δὲ τάνδ᾽ ἀμφέπετον πόλιν.
ἐν Δήλῳ ποτ᾽ ἔτικτε τέκνα Λατώ,δ# ῾5 B' '
Φοῖβον χρυσοκόμαν, ἄνακτ᾽ Ἀπόλλω,
ἐλαφηβόλον τ᾽ ἀγροτέραν
Ἄρτεμιν, ἃ γυναικῶν μέγ᾽ ἔχει κράτος.
ὦ Πάν, Ἀρκαδίας μέδων κλεεννᾶς,ε# ῾6 B' '
ὀρχηστὰ Βρομίαις ὀπαδὲ Νύμφαις,
γελάσειας, ὦ Πάν, ἐπ᾽ ἐμαῖς
εὔφροσι ταῖσδ᾽ ἀοιδαῖς κεχαρημένος.
ἐνικήσαμεν ὡς ἐβουλόμεσθα,#2# ῾7 B' '
καὶ νίκην ἔδοσαν θεοὶ φέροντες
παρὰ Πανδρόσου .... [ὡς φίλην Ἀθηνᾶν.]
εἶθ᾽ ἐξῆν ὁποῖός τις ἦν ἕκαστοςζ# ῾8 B' '
τὸ στῆθος διελόντ᾽, ἔπειτα τὸν νοῦν
ἐσιδόντα, κλείσαντα πάλιν,
ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί.
ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ,ᾀσθέντος δὲ τούτου καὶ πάντων ἡσθέντων ἐπ᾽ αὐτῷ καὶ μνημονευσάντων ὅτι καὶ ὁ καλὸς Πλάτων αὐτοῦ μέμνηται ὡς ἄριστα εἰρημένου ῾Gorg. p. 451e',' ὁ Μυρτίλος ἔφη Ἀναξανδρίδην αὐτὸ διακεχλευακέναι τὸν κωμῳδιοποιὸν ἐν Θησαυρῷ λέγοντα οὕτως ῾II 142 K':'
δεύτερον δὲ καλὸν φυὰν γενέσθαι,
τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,
καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.
ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν,ἑξῆς δ᾽ ἐλέχθη καὶ τάδε: η# ῾15 B' '
τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὂν
ὠνόμασεν ὀρθῶς: δεύτερον δ᾽ εἶναι καλόν,
τρίτον δὲ πλουτεῖν, τοῦθ᾽, ὁρᾷς, ἐμαίνετο:
μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει:
καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον.
.... ἐκ γῆς χρὴ κατίδην πλόον,θ# ῾16 B' '
εἴ τις δύναιτο καὶ παλάμην ἔχοι.
ἐπεὶ δέ κ᾽ ἐν πόντῳ γένηται,
τῷ παρεόντι τρέχειν ἀνάγκη.
ὁ δὲ καρκίνος ὧδ᾽ ἔφη,ι# ῾9 B' '
χαλᾷ τὸν ὄφιν λαβών:
‘εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμμεν
καὶ μὴ σκολιὰ φρονεῖν.'
ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,ια# ῾10 B' '
ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
ὅτε τὸν τύραννον κτανέτην
ἰσονόμους τ᾽ Ἀθήνας ἐποιησάτην.
φίλταθ᾽ Ἁρμόδι᾽, οὔ τί που τέθνηκας:ιβ# ῾11 B' '
νήσσοις δ᾽ ἐν μακάρων σέ φασιν εἶναι,
ἵνα περ ποδώκης Ἀχιλεύς,
Τυδείδην τέ φασι τὸν ἐσθλόν [Διομήδεα].
ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,ιγ# ῾12 B' '
ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
ὅτ᾽ Ἀθηναίης ἐν θυσίαις
ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.
αἰεὶ σφῷν κλέος ἔσσεται κατ᾽ αἶαν,ιδ# ῾21 B' 'Ἀδμήτου λόγον, ὦ ἑταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει, τῶν δειλῶν δ᾽ ἀπέχου, γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις. ιε# ῾17 B' '
φίλταθ᾽ Ἁρμόδιε καὶ Ἀριστόγειτον,
ὅτι τὸν τύραννον κτανέτην
ἰσονόμους τ᾽ Ἀθήνας ἐποιησάτην.
παῖ Τελαμῶνος, Αἶαν αἰχμητά, λέγουσί σειζ# ῾19 B' '
ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν μετ᾽ Ἀχιλλέα.
ι#2# ῾18 B'
τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον
ἐς Τροίαν λέγουσιν ἐλθεῖν Δαναῶν καὶ Ἀχιλλέα.
εἴθε λύρα καλὴ γενοίμην ἐλεφαντίνη,ιη# ῾20 B' '
καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.
εἴθ᾽ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίονιθ# ῾22 B' '
καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.
σύν μοι πῖνε, συνήβα, συνέρα, συστεφανηφόρει,κ# ῾23 B' '
σύν μοι μαινομένῳ μαίνεο, σὺν σώφρονι σωφρόνει.
ὑπὸ παντὶ λίθῳ σκορπίος, ὦ ἑταῖρ᾽, ὑποδύεται.κα# ῾24 B' '
φράζευ μή σε βάλῃ: τῷ δ᾽ ἀφανεῖ πᾶς ἕπεται δόλος.
ἁ ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ᾽ ἔραται λαβεῖν:κβ# ῾25 B' '
κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δ᾽ ἔραμαι λαβεῖν.
πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχουσ᾽ ἐμπεδέως ἔθος:κγ# ῾27 B' '
ἐν ταὐτᾷ πυέλῳ τόν τ᾽ ἀγαθὸν τόν τε κακὸν λόει.
ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ᾽ ἐπιλήθου,κδ# ῾14 B' '
εἰ δὴ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.
αἰαῖ, Λειψύδριον προδωσέταιρον,κε# ῾26 B' '
οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι
ἀγαθούς τε καὶ εὐπατρίδας,
οἳ τότ᾽ ἔδειξαν οἵων πατέρων κύρησαν.
ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλην ἔχεισκόλιον δέ φασί τινες καὶ τὸ ὑπὸ Ὑβρίου τοῦ Κρητὸς ποιηθέν. ἔχει δ᾽ οὕτως ῾28 B':'
τιμὰν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ᾽ ἐμὸν νόον.
ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός.
τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω,
τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ᾽ ἀμπέλω,
τούτῳ δεσπότας μνοίας κέκλημαι.
τοὶ δὲ μὴ τολμῶντ᾽ ἔχειν δόρυ καὶ ξίφος
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός,
πάντες γόνυ πεπτηῶτες ἐμὸν κυνέοντι, δεσπόταν
καὶ μέγαν βασιλῆα φωνέοντες.