δέλφακά τε τῶν γειτόνωνκαὶ Ἀναξίλας δ᾽ ἐν Κίρκῃ καὶ ἀρσενικῶς εἴρηκε τὸν δέλφακα καὶ ἐπὶ τοῦ τελείου τέθεικε τοὔνομα εἰπών ῾II 266 K':'
τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα
οὐχ ἑκών: καὶ ταῦτα δή με συμβολατεύειν ἔφα
τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ᾽ ὤμνυέ με τὸν δέλφακα.
τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους,ἐπὶ δὲ τῶν θηλειῶν τοὔνομα τάττει Ἀριστοφάνης Ταγηνισταῖς ῾I 522 K' '‘ἢ δέλφακος ὀπωρινῆς ἠτριαῖον᾽. καὶ ἐν Ἀχαρνεῦσιν ῾v. 786':'
τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους,
λέοντας.
νέα γάρ ἐστιν: ἀλλὰ δελφακουμένακαὶ Εὔπολις ἐν Χρυσῷ γένει. καὶ Ἱππῶναξ δ᾽ ἔφη ῾fr. 70b B' '‘ὡς Ἐφεσίη δέλφαξ᾽. κυρίως δ᾽ αἱ θήλειαι οὕτως λεχθεῖεν ἂν αἱ δελφύας ἔχουσαι: οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις ῾I 12 K':'
ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν.
ἀλλ᾽ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά.
ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.Ἀριστοφάνης δ᾽ ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν φησι ῾p. 102 N':' ‘τῶν δὲ συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δ᾽ ἁπαλὰ καὶ ἔνικμα χοῖροι. ἔνθεν τὸ Ὁμηρικὸν σαφὲς γίνεται:
Πλάτων δ᾽ ὁ κωμῳδιοποιὸς ἐν Ποιητῇ ἀρρενικῶς ἔφη ῾I 631 K' '‘τὸν δέλφακα ἀπῆγε σιγῇ᾽. ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων ῾FHG I 375',' τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον: διὸ τὰ ἤδη τέλεια ἤσθιον:τά τε δμώεσσι πάρεστι
χοίρε᾽, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.'
ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι ῾Od. 14.81'.'καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι. καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν ὁ Φιλόχορος ῾FHG I 394',' νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζῴων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι. χοῖρον δ᾽ οἱ Ἴωνες καλοῦσι τὴν θήλειαν, ὡς Ἱππῶναξ ῾fr. 40 B4':'
σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου.καὶ Σοφοκλῆς Ἐπιταιναρίοις ῾fr. 211 N':'
τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρος ὥστε δεσμίων.Πτολεμαῖος δ᾽ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν ἀπομνημονευμάτων ῾FHG III 188' '‘εἰς Ἄσσον, φησίν, ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον [ὑιον] ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δ᾽ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ᾽ αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας.' Αἰσχύλος δέ φησιν ῾fr. 302 N':'
ἐγὼ δὲ χοῖρον καὶ μάλ᾽ εὐθηλούμενονκαὶ πάλιν ῾fr. 303 N':'
τόνδ᾽ ἐν νοτοῦντι κριβάνῳ θήσω. τί γὰρ
ὄψον γένοιτ᾽ ἂν ἀνδρὶ τοῦδε βέλτιον;
λευκός: τί δ᾽ οὐχί; καὶ καλῶς ἠφευμένος:καὶ ἔτι ῾fr. 304 N':'
ὁ χοῖρος ἕψου μηδὲ λυπηθῇς πυρί.
θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑός,ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου ῾fr. 23 Koepke'.'
ἣ πολλά μ᾽ ἐν δόμοισιν εἴργασται κακά,
δονοῦσα καὶ τρέπουσα τύρβ᾽ ἄνω κάτω.