previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησίν II 254 K':'
ἔπειτά γ᾽ εἰσίοντ᾽, ἐὰν λυπούμενος
τύχῃ τις ὑμῶν, ἐκολάκευσεν ἡδέως:
ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
χανοῦσ᾽ ὁμοίως: ἧς ἐπαρεμυθήσατο
ἐποίησέ θ᾽ ἱλαρὸν εὐθέως τ᾽ ἀφεῖλε πᾶν
αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
Εὔβουλος δ᾽ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησίν II 178':'
ὡς δ᾽ ἐδείπνει κοσμίως,
οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι
τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν
ἀπέβρυκον αἰσχρῶς, ἀλλ᾽ ἑκάστου μικρὸν ἂν
ἀπεγεύεθ᾽ ὥσπερ παρθένος Μιλησία.
Ἀντιφάνης Ὑδρίᾳ ib. 103' '
οὗτος δ᾽ ὃν λέγω
ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς
ἰδὼν ἑταίρας εἰς ἔρωτ᾽ ἀφίκετο,
ἀστῆς, ἐρήμου δ᾽ ἐπιτρόπου καὶ συγγενῶν,
ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης,
ὄντως ἑταίρας. αἱ μὲν ἄλλαι τοὔνομα
βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.
Ἀναξίλας Νεοττίδι II 269 K':'
ἐὰν δέ τις μέτρια καὶ λέγουσα .......
τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν,
ἐκ τῆς ἑταιρείας ἑταίρα τοὔνομα
προσηγορεύθη. καὶ σὺ νῦν οὐχ ὡς λέγεις
πόρνης, ἑταίρας δ᾽ εἰς ἔρωτα τυγχάνεις
ἐληλυθώς: ἆρ᾽ ὡς ἀληθῶς ἐστι γοῦν
ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: