previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ ἑκάστης ἡμέρας μετὰ τοὺς παρ᾽ ἡμῶν
καινοὺς αἰεὶ λεγομένους λόγους καὶ ἀκροάματα ἑκάστοτε διάφορα ἐπεισάγει λαμπρὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ἔτι τε καὶ γελωτοποιούς, φέρε λέγωμέν τι καὶ ἡμεῖς περὶ τούτων. καίτοι γε οἶδα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐν συμποσίῳ γελωτοποιῶν εἰσαχθέντων ἀγέλαστον διαμείναντα, πιθήκου δ᾽ ἐπεισαχθέντος γελάσαντα φάναι, ὡς οὗτος μὲν φύσει γελοῖός ἐστιν, δ᾽ ἄνθρωπος ἐπιτηδεύσει. καὶ Εὐριπίδης δὲ ἐν τῇ Δεσμώτιδι Μελανίππῃ ἔφη fr. 492 N':'
ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα
ἀσκοῦσι χάριτας κερτόμους. ἐγὼ δέ πως
μισῶ γελοίους, οἵτινες τήτῃ σοφῶν
ἀχάλιν᾽ ἔχουσι στόματα: κἀς ἀνδρῶν μὲν οὐ
τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δ᾽ εὐπρεπεῖς
οἰκοῦσιν οἴκους καὶ τὰ ναυστολούμενα
ἔσω δόμων σῴζουσι.
Παρμενίσκος δὲ Μεταποντῖνος, ὥς φησιν Σῆμος ἐν ε# Δηλιάδος FHG IV 493',' καὶ γένει καὶ πλούτῳ πρωτεύων εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. καὶ χρηστηριαζομένῳ περὶ τούτου Πυθία ἔφη:
εἴρῃ μ᾽ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο:
δώσει σοι μήτηρ οἴκοι: τὴν ἔξοχα τῖε.
ἐλπίζων δ᾽ ἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα γελάσειν, ὡς οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον: καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθεν καὶ εἰς τὸ Λητῷον, νομίζων τῆς Ἀπόλλωνος μητρὸς ἄγαλμα τι θεωρήσειν ἀξιόλογον: ἰδὼν δ᾽ αὐτὸ ξύλον ὂν ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν τοῦ θεοῦ χρησμὸν συμβάλλων καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: