previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΑΣΠΑΡΑΓΟΙ. οὗτοι καὶ ἕλειοι καὶ ὄρειοι καλοῦνται. ὧν οἱ κάλλιστοι οὐ σπείρονται, πάντων ὄντες τῶν ἐντὸς θεραπευτικοί. οἱ δὲ σπαρτοὶ καὶ σφόδρα ὑπερμεγέθεις γίνονται. ἐν Λιβύῃ δέ φασιν ἐν Γαιτουλίᾳ γίνεσθαι πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα: ἐν δὲ τῇ ὀρεινῇ καὶ παρωκεανίτιδι πάχος μὲν μεγάλων ναρθήκων, μῆκος δὲ περὶ τοὺς εἴκοσι πήχεις. Κρατῖνος δὲ fr. 325 K' 'διὰ τοῦφἀσφάραγον ὀνομάζει. καὶ Θεόπομπος I 751 K':'
κἄπειτ᾽ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.
Ἀμειψίας I 677 K':'
οὐ σχῖνος οὐδ᾽ ἀσφάραγος, οὐ δάφνης κλάδοι.
Δίφιλος δέ φησιν ὡς τῆς κράμβης ἀσφάραγος λεγόμενος ἰδίως ὄρμενος εὐστομαχώτερός ἐστι καὶ εὐεκκριτώτερος, ὄψεων δὲ βλαπτικός. ἐστὶ δὲ δριμὺς καὶ οὐρητικὸς καὶ ἀδικεῖ νεφροὺς καὶ κύστιν. Ἀττικοὶ δ᾽ εἰσὶν οἱ λέγοντες ὄρμενον τὸν ἀπὸ τῆς κράμβης ἐξηνθηκότα. Σοφοκλῆς Ἰχνευταῖς fr. 294 N':'
κἀξορμενίζει κοὐκ ἐπισχολάζεται
βλάστη.
παρὰ τὸ ἐξορούειν καὶ βλαστάνειν. Ἀντιφάνης δὲ διὰ τοῦπφησὶν ἀσπάραγον II 130 K':'
ἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις.
Ἀριστοφῶν II 282 K':' ‘κάππαριν, βληχώ, θύμον, ἀσπάραγον, πίτταν, ῥάμνον, σφακόν, πήγανον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), THRA´CIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: