previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν Δημοχάρης τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων κολακείας: Δοῦρις δ᾽ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ἱστοριῶν FHG II 476' 'καὶ αὐτὸν τὸν ἰθύφαλλον PL III 674 B4' '.....
— — — — — —
ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι
τῇ πόλει πάρεισιν:
ἐνταῦθα <γὰρ Δήμητρα καὶ> Δημήτριον
ἅμα παρῆγ᾽ καιρός.
χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια
ἔρχεθ᾽ ἵνα ποιήσῃ,
δ᾽ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς
καὶ γελῶν πάρεστι.
σεμνόν τι φαίνεθ᾽, οἱ φίλοι πάντες κύκλῳ,
ἐν μέσοισι δ᾽ αὐτός,
ὅμοιος ὥσπερ οἱ φίλοι μὲν ἀστέρες,
ἥλιος δ᾽ ἐκεῖνος.
τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ,
χαῖρε, κἀφροδίτης.
ἄλλοι μὲν μακρὰν γὰρ ἀπέχουσιν θεοὶ
οὐκ ἔχουσιν ὦτα
οὐκ εἰσὶν οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν,
σὲ δὲ παρόνθ᾽ ὁρῶμεν,
οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλ᾽ ἀληθινόν.
εὐχόμεσθα δή σοι:
πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε:
κύριος γὰρ εἶ σύ.
τὴν δ᾽ οὐχὶ Θηβῶν, ἀλλ᾽ ὅλης τῆς Ἑλλάδος
Σφίγγα περικρατοῦσαν,
Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος,
ὥσπερ παλαιά,
τὰ σώμαθ᾽ ἡμῶν πάντ᾽ ἀναρπάσας φέρει,
κοὐκ ἔχω μάχεσθαι:
Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας,
νῦν δὲ καὶ τὰ πόρρω:
μάλιστα μὲν δὴ σχόλασον αὐτός: εἰ δὲ μή,
Οἰδίπουν τιν᾽ εὑρέ,
τὴν Σφίγγα ταύτην ὅστις κατακρημνιεῖ
σποδὸν ποιήσει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: