Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
β
τῶν Ἰωσήπου ἱστοριῶν τῆς
Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρίτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν
Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιη
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιθ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
κ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
whiston chapter:
whiston section:
This text is part of:
View text chunked by:
Table of Contents:




















Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
Ὑφορώμενος δὲ τὸν πατέρα καὶ δεδιώς, μὴ εἰς πλεῖον
προχωροίη τὰ τοῦ μίσους ἐπ᾽ αὐτῷ, γράφει πρὸς τοὺς ἐν Ῥώμῃ
φίλους κελεύων ἐπιστέλλειν Ἡρώδῃ πέμπειν ᾗ τάχος Ἀντίπατρον
ὡς Καίσαρα.
[53]
οὗ γενομένου ἔπεμπεν Ἡρώδης Ἀντίπατρον δῶρα
συμπέμψας ἀξιολογώτατα καὶ διαθήκην, ἐν ᾗ μετ᾽ αὐτὸν Ἀντίπατρον
ἀπεδείκνυε βασιλέα, ἢ φθάντος τελευτῆσαι Ἡρώδην τὸν ἐκ
τῆς τοῦ ἀρχιερέως θυγατρὸς υἱὸν αὐτῷ γεγενημένον.
[54]
συνεξορμᾷ δ᾽
Ἀντιπάτρῳ καὶ Σύλλαιος ὁ Ἄραψ μηδὲν ὧν προσέταξε Καῖσαρ διαπεπραγμένος,
καὶ Ἀντίπατρος αὐτοῦ κατηγορεῖ ἐπὶ Καίσαρος περὶ
ὧν πρότερον Νικόλαος. κατηγορεῖτο δὲ καὶ ὑπὸ Ἀρέτα Σύλλαιος,
ὡς πολλοὺς ἀπεκτονὼς τῶν ἐν Πέτρᾳ ἀξιολόγων παρὰ γνώμην τὴν
αὐτοῦ καὶ μάλιστα Σόαιμον ἄνδρα τῇ ἐς πάντα ἀρετῇ τιμᾶσθαι
δικαιότατον, ἀνῃρηκέναι δὲ καὶ Φάβατον Καίσαρος δοῦλον.
[55]
καὶ
Σύλλαιος αἰτίαν εἶχεν ἐκ τοιῶνδε ἐγκλημάτων: Κόρινθος ἦν Ἡρώδου
σωματοφύλαξ τοῦ βασιλέως μάλιστα πιστευόμενος ὑπ᾽ αὐτοῦ.
τοῦτον πείθει Σύλλαιος ἐπὶ χρήμασι μεγάλοις Ἡρώδην ἀποκτεῖναι,
καὶ ὑπέσχετο. μαθὼν οὖν Φάβατος Συλλαίου πρὸς αὐτὸν εἰρηκότος
διηγεῖται πρὸς τὸν βασιλέα.
[56]
ὁ δὲ τόν τε Κόρινθον βασανίζει
συλλαβὼν καὶ πάντα ἀνάπυστα ἦν αὐτῷ. συλλαμβάνει δὲ καὶ δευτέρους
Ἄραβας καταγορεύσει τῇ Κορίνθου πειθόμενος τὸν μὲν φύλαρχον
ὄντα τὸν δὲ Συλλαίου φίλον.
[57]
οἳ καὐτοί, βασανίζει γὰρ αὐτοὺς
ὁ βασιλεύς, ὡμολόγουν ὅτι παρεῖεν ἐξοτρύνοντες μὴ μαλακίζεσθαι
Κόρινθον καὶ εἴ που δεήσειεν καὶ συγχειρουργήσοντες αὐτῷ τὸν
φόνον. καὶ Σατορνῖνος δηλώσεως αὐτῷ πάντων ὑπὸ Ἡρώδου γενομένης
εἰς Ῥώμην ἐξέπεμψεν αὐτούς.
Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1892.
Tufts University provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (3 total)
- Cross-references to this page
(1):
- Smith's Bio, Saturni'nus, Se'ntius
- Cross-references in general dictionaries to this page
(2):
- LSJ, κατα^γόρ-ευσις
- LSJ, συγχειρουργέω
load
Vocabulary Tool
hide
Search
hide
Display Preferences