previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[288]

δὲ βασιλεὺς οὐδὲν τούτῳ μᾶλλον πραχθέντι καταπλήττεται, προσοργισθεὶς δὲ καὶ μηδὲν αὐτῷ προχωρήσειν εἰπὼν ἐκ τῆς κατ᾽ Αἰγυπτίων σοφίας καὶ δεινότητος κελεύει τὸν ἐπὶ τῶν Ἑβραίων τεταγμένον μηδεμίαν αὐτοῖς ἄνεσιν παρέχειν τοῦ πονεῖν, ἀλλὰ πλείοσι τῶν πρότερον κακοῖς αὐτοὺς καταναγκάζειν. [289] δὲ ἄχυρον αὐτοῖς παρέχων εἰς τὴν πλινθείαν πρότερον οὐκέτι παρεῖχεν, ἀλλ᾽ ἡμέρας μὲν ἐπὶ τοῖς ἔργοις ταλαιπωρεῖν ἐποίει, νυκτὸς δὲ συνάγειν τὸ ἄχυρον. καὶ τοῦ δεινοῦ διπλασίονος ὄντος αὐτοῖς ἐν αἰτίαις Μωυσῆν εἶχον, ὡς τῶν ἔργων αὐτοῖς καὶ τῆς ταλαιπωρίας δι᾽ ἐκεῖνον χαλεπωτέρας γεγενημένης. [290] δ᾽ οὔτε πρὸς τὰς τοῦ βασιλέως ἀπειλὰς ἔκαμνεν οὔτε πρὸς τὰς τῶν Ἑβραίων μέμψεις ἐνεδίδου, τήν τε ψυχὴν παραστησάμενος πρὸς ἑκάτερον ἐπὶ τῷ πονεῖν καὶ τοῖς οἰκείοις ἐκπορίζειν τὴν ἐλευθερίαν ὑπῆρχε. [291] καὶ παραγενόμενος πρὸς τὸν βασιλέα ἔπειθεν αὐτὸν ἀπολύειν τοὺς Ἑβραίους ἐπὶ τὸ Σιναῖον ὄρος ἐκεῖ θύσοντας τῷ θεῷ, τοῦτο γὰρ αὐτὸν κεκελευκέναι, καὶ μηδὲν ἀντιπράττειν οἷς ἐκεῖνος βούλεται, τὴν δ᾽ εὐμένειαν αὐτοῦ περὶ παντὸς ποιούμενον συγχωρεῖν αὐτοῖς τὴν ἔξοδον, μὴ καὶ λάθῃ τούτων κωλυτὴς γενόμενος αὑτὸν αἰτιάσασθαι πάσχων ὅσα παθεῖν εἰκὸς τὸν ἀντιπράττοντα θεοῦ προστάγμασι: [292] τοῖς γὰρ χόλον ἐπ᾽ αὐτοὺς κινήσασι θεῖον ἐξ ἁπάντων φύεσθαι τὰ δεινὰ, καὶ οὔτε γῆ τούτοις οὔτε ἀὴρ φίλος οὔτε γοναὶ τέκνων κατὰ φύσιν, ἀλλ᾽ ἐχθρὰ πάντα καὶ πολέμια. πειραθήσεσθαί τε τούτων Αἰγυπτίους ἔφασκε μετὰ καὶ τοῦ τὸν Ἑβραίων λαὸν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν ἀκόντων ἐκείνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: