previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[124]

Ἐπεὶ δὲ μετὰ τὸ δεῖπνον εἰς ὕπνον ἐτράποντο, κελεύει τῷ ταμίᾳ τόν τε σῖτον αὐτοῖς δοῦναι μεμετρημένον καὶ τὴν τιμὴν πάλιν ἐγκρύψαι τοῖς σακκίοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφος ἀργυροῦν, πίνων ἔχαιρε, βαλόντα καταλιπεῖν. [125] ἐποίει δὲ ταῦτα διάπειραν βουλόμενος τῶν ἀδελφῶν λαβεῖν, πότερόν ποτε βοηθήσουσι τῷ Βενιαμὶν κλοπῆς ἀγομένῳ καὶ δοκοῦντι κινδυνεύειν, καταλιπόντες ὡς οὐδὲν αὐτοὶ κεκακουργηκότες ἀπίασι πρὸς τὸν πατέρα. [126] ποιήσαντος δὲ τοῦ οἰκέτου τὰ ἐντεταλμένα μεθ᾽ ἡμέραν οὐδὲν τούτων εἰδότες οἱ τοῦ Ἰακώβου παῖδες ἀπῄεσαν ἀπειληφότες τὸν Σεμεῶνα καὶ διπλῆν χαρὰν χαίροντες ἐπί τε τούτῳ κἀπὶ τῷ Βενιαμὶν ἀποκομίζειν τῷ πατρί, καθὼς ὑπέσχοντο. περιελαύνουσι δ᾽ αὐτοὺς ἱππεῖς ἄγοντες τὸν οἰκέτην, ὃς ἐναπέθετο τῷ τοῦ Βενιαμὶν φορτίῳ τὸν σκύφον. [127] ταραχθέντας δὲ ὑπὸ τῆς ἀδοκήτου τῶν ἱππέων ἐφόδου καὶ τὴν αἰτίαν πυθομένους δι᾽ ἣν ἐπ᾽ ἄνδρας ἐληλύθασιν, [128] οἳ μικρὸν ἔμπροσθεν τιμῆς καὶ ξενίας τετυχήκασιν αὐτῶν παρὰ τοῦ δεσπότου, κακίστους ἀπεκάλουν, οἳ μηδ᾽ αὐτὸ τοῦτο τὴν ξενίαν καὶ τὴν φιλοφροσύνην τὴν Ἰωσήπου διὰ μνήμης λαβόντες οὐκ ὤκνησαν εἰς αὐτὸν ἄδικοι γενέσθαι, σκύφον δὲ, φιλοτησίας αὐτοῖς προύπιεν, ἀράμενοι φέροιεν κέρδους ἀδίκου τήν τε πρὸς Ἰώσηπον φιλίαν τόν τε ἑαυτῶν εἰ φωραθεῖεν κίνδυνον ἐν δευτέρῳ θέμενοι: [129] τιμωρίαν τε αὐτοὺς ὑφέξειν ἠπείλουν οὐ λανθάνοντας τὸν θεὸν οὐδ᾽ ἀποδράντας μετὰ τῆς κλοπῆς, εἰ καὶ τὸν διακονούμενον οἰκέτην διέλαθον. πυνθάνεσθαί τε νῦν, τί παρόντες εἴημεν, ὡς οὐκ εἰδότας: γνώσεσθαι μέντοι κολαζομένους αὐτίκα. καὶ ταῦτα καὶ πέρα τούτων οἰκέτης εἰς αὐτοὺς λέγων ἐνύβριζεν. [130] οἱ δὲ ὑπὸ ἀγνοίας τῶν περὶ αὐτοὺς ἐχλεύαζον ἐπὶ τοῖς λεγομένοις καὶ τῆς κουφολογίας τὸν οἰκέτην ἐθαύμαζον τολμῶντα αἰτίαν ἐπιφέρειν ἀνδράσιν, οἳ μηδὲ τὴν τοῦ σίτου τιμὴν ἐν τοῖς σακκίοις αὐτῶν εὑρεθεῖσαν κατέσχον, ἀλλ᾽ ἐκόμισαν μηδενὸς εἰδότος τὸ πραχθέν: τοσοῦτον ἀποδεῖν τοῦ γνώμῃ κακουργῆσαι. [131] τῆς μέντοι γε ἀρνήσεως ἀξιοπιστοτέραν ὑπολαβόντες τὴν ἔρευναν ἐκέλευον ταύτῃ χρῆσθαι κἂν εὑρεθῇ τις ὑφῃρημένος ἅπαντας κολάζειν: οὐδὲν γὰρ αὑτοῖς συνειδότες ἦγον παρρησίαν, ὡς ἐδόκουν, ἀκίνδυνον. δὲ τὴν ἔρευναν μὲν ἠξίωσε ποιήσασθαι, τὴν μέντοι τιμωρίαν ἑνὸς ἔφασκεν εἶναι τοῦ τὴν κλοπὴν εὑρεθέντος πεποιημένου. [132] τὴν δὲ ζήτησιν ποιούμενοι καὶ πάντας τοὺς ἄλλους ἐκπεριελθόντες κατὰ τὴν ἔρευναν ἐπὶ τὸν τελευταῖον Βενιαμὶν ἧκον οὐκ ἀγνοοῦντες, ὅτι εἰς τὸ ἐκείνου σακκίον τὸν σκύφον εἶεν ἀποκεκρυφότες, ἀλλ᾽ ἀκριβῆ τὴν ζήτησιν βουλόμενοι ποιεῖσθαι δοκεῖν. [133] οἱ μὲν οὖν ἄλλοι τοῦ κατ᾽ αὐτοὺς ἀπηλλαγμένοι δέους ἐν τῇ περὶ τὸν Βενιαμὶν φροντίδι τὸ λοιπὸν ἦσαν, ἐθάρρουν δ᾽ ὡς οὐδ᾽ ἐν ἐκείνῳ τῆς κακουργίας εὑρεθησομένης ἐκάκιζόν τε τοὺς ἐπιδιώξαντας ὡς ἐμποδίσαντας αὐτοῖς τὴν ὁδὸν δυναμένοις ἤδη προκεκοφέναι. [134] ὡς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον ἐρευνῶντες λαμβάνουσι τὸν σκύφον εἰς οἰμωγὰς καὶ θρήνους εὐθὺς ἐτράπησαν καὶ τὰς στολὰς ἐπικαταρρήξαντες ἔκλαιόν τε τὸν ἀδελφὸν ἐπὶ τῇ μελλούσῃ κολάσει τῆς κλοπῆς αὐτούς τε διαψευσομένους τὸν πατέρα περὶ τῆς Βενιαμὶν σωτηρίας. [135] ἐπέτεινε δὲ τὸ δεινὸν αὐτοῖς καὶ τὸ δόξαντας ἤδη διαφυγεῖν τὰ σκυθρωπὰ διαφθονηθῆναι, τῶν δὲ περὶ τὸν ἀδελφὸν κακῶν καὶ τῆς τοῦ πατρὸς ἐπ᾽ αὐτῷ λύπης ἐσομένους αὑτοὺς αἰτίους ἔλεγον βιασαμένους ἄκοντα τὸν πατέρα συναποστεῖλαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: