previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[263]

Διαφθαρέντων οὖν τῶν ἐπιβουλευσάντων Δανιήλῳ τοῦτον τὸν τρόπον βασιλεὺς Δαρεῖος καθ᾽ ὅλην ἔπεμψε τὴν χώραν ἐπαινῶν τὸν θεόν, ὃν Δανίηλος προσκυνεῖ, καὶ μόνον αὐτὸν εἶναι ἔλεγεν ἀληθῆ καὶ τὸ πάντων κράτος ἔχοντα: ἔσχε δὲ καὶ τὸν Δανίηλον ἐν ὑπερβαλλούσῃ τιμῇ πρῶτον αὐτὸν ἀποδείξας τῶν φίλων. [264] ὢν δὲ οὕτως ἐπίσημος καὶ λαμπρὸς ἐπὶ δόξῃ τοῦ θεοφιλὴς εἶναι Δανίηλος ᾠκοδόμησεν ἐν Ἐκβατάνοις τῆς Μηδικῆς βάριν εὐπρεπέστατόν τι κατασκεύασμα καὶ θαυμασίως πεποιημένον, μέχρι δεῦρο μὲν ἔστι καὶ σώζεται, τοῖς δ᾽ ὁρῶσι δοκεῖ προσφάτως κατεσκευάσθαι καὶ ἐπ᾽ αὐτῆς ἐκείνης ἧς ἕκαστος αὐτὴν ἡμέρας ἱστορεῖ γεγονέναι: οὕτως νεαρὸν αὐτῆς καὶ ἀκμαῖον τὸ κάλλος καὶ μηδαμοῦ γεγηρακὸς ὑπὸ τοσούτου χρόνου: [265] πάσχει γὰρ καὶ τὰ κατασκευάσματα ταὐτὸν ἀνθρώποις καὶ πολιοῦται καὶ τὴν ἰσχὺν λυόμενα ὑπὸ τῶν ἐτῶν καὶ τὴν εὐπρέπειαν μαραινόμενα. θάπτουσι δ᾽ ἐν τῇ βάρει τούς τε Μήδων βασιλέας καὶ Περσῶν καὶ Πάρθων ἄχρι τοῦ δεῦρο, καὶ ταύτην πεπιστευμένος Ἰουδαῖός ἐστιν ἱερεὺς καὶ τοῦτο γίνεται μέχρι τῆς σήμερον ἡμέρας. [266] ἄξιον δὲ τἀνδρὸς τούτου καὶ μάλιστ᾽ ἂν θαυμάσαι τις ἀκούσας διελθεῖν: ἀπαντᾷ γὰρ αὐτῷ παραδόξως ὡς ἑνί τινι τῶν μεγίστων καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα παρὰ τῶν βασιλέων καὶ τοῦ πλήθους, καὶ τελευτήσας δὲ μνήμην αἰώνιον ἔχει. [267] τὰ γὰρ βιβλία, ὅσα δὴ συγγραψάμενος καταλέλοιπεν, ἀναγινώσκεται παρ᾽ ἡμῖν ἔτι καὶ νῦν καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν, ὅτι Δανίηλος ὡμίλει τῷ θεῷ: οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ καιρὸν ὥριζεν, εἰς ὃν ταῦτα ἀποβήσεται: [268] καὶ τῶν προφητῶν τὰ χείρω προλεγόντων καὶ διὰ τοῦτο δυσχεραινομένων ὑπὸ τῶν βασιλέων καὶ τοῦ πλήθους Δανίηλος ἀγαθῶν ἐγίνετο προφήτης αὐτοῖς, ὡς ἀπὸ μὲν τῆς εὐφημίας τῶν προλεγομένων εὔνοιαν ἐπισπᾶσθαι παρὰ πάντων, ἀπὸ δὲ τοῦ τέλους αὐτῶν ἀληθείας πίστιν καὶ δόξαν ὁμοῦ θειότητος παρὰ τοῖς ὄχλοις ἀποφέρεσθαι. [269] κατέλιπε δὲ γράψας, ὅθεν ἡμῖν ἀληθὲς τὸ τῆς προφητείας αὐτοῦ ἀκριβὲς καὶ ἀπαράλλακτον ἐποίησε δῆλον: φησὶ γὰρ αὐτὸν γενόμενον ἐν Σούσοις ἐν τῇ μητροπόλει τῆς Περσίδος, ὡς ἐξῆλθεν εἰς τὸ πεδίον μετὰ ἑταίρων αὐτοῦ, σεισμοῦ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου καταλειφθείη μόνος φευγόντων τῶν φίλων καὶ πέσοι μὲν ἐπὶ στόμα ταραχθεὶς ἐπὶ τὰς δύο χεῖρας, τινὸς δ᾽ ἁψαμένου αὐτοῦ καὶ μεταξὺ κελεύοντος ἀναστῆναι καὶ τὰ μέλλοντα συμβήσεσθαι τοῖς πολίταις ἰδεῖν μετὰ πολλὰς γενεάς. [270] ἀναστάντι δ᾽ αὐτῷ δειχθῆναι κριὸν ἐσήμαινε μέγαν, πολλὰ μὲν ἐκπεφυκότα κέρατα, τελευταῖον δ᾽ αὐτῶν ὑψηλότερον ἔχοντα. ἔπειτ᾽ ἀναβλέψαι μὲν εἰς τὴν δύσιν, θεάσασθαι δὲ τράγον ἀπ᾽ αὐτῆς δι᾽ ἀέρος φερόμενον συρράξαντα τῷ κριῷ καὶ τοῖς κέρασι ῥήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τὴν γῆν καὶ πατῆσαι. [271] εἶτα τὸν τράγον ἰδεῖν ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας, οὗ κλασθέντος ἀναβλαστῆσαι τέσσαρα καθ᾽ ἕκαστον τῶν ἀνέμων τετραμμένα. ἐξ αὐτῶν δ᾽ ἀνασχεῖν καὶ ἄλλο μικρότερον ἀνέγραψεν, αὐξῆσαν ἔλεγεν αὐτῷ ταῦτα ἐπιδεικνὺς θεὸς πολεμήσειν αὐτοῦ τὸ ἔθνος καὶ τὴν πόλιν ἀναιρήσειν κατὰ κράτος, καὶ συγχεεῖν τὰ περὶ τὸν ναὸν καὶ τὰς θυσίας κωλύσειν γενέσθαι ἐπὶ ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα ἕξ. [272] ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις Δανίηλος ἔγραψε, κρῖναι δ᾽ αὐτὸν τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν θεὸν οὕτως: τὸν μὲν κριὸν βασιλείας τὰς Μήδων καὶ Περσῶν σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας, τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα: τοῦτον γὰρ διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ. [273] τὸν δὲ τράγον δηλοῦν, ὡς ἐκ τῶν Ἑλλήνων τις βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ συμβαλὼν δὶς κρατήσει τῇ μάχῃ καὶ παραλήψεται τὴν ἡγεμονίαν ἅπασαν. [274] δηλοῦσθαι δ᾽ ὑπὸ τοῦ μεγάλου κέρατος τοῦ ἐν τῷ μετώπῳ τοῦ τράγου τὸν πρῶτον βασιλέα καὶ τὴν τῶν τεσσάρων ἀναβλάστησιν ἐκπεσόντος ἐκείνου καὶ τὴν πρὸς τὰ τέσσαρα κλίματα τῆς γῆς αὐτῶν ἀποστροφὴν ἑκάστου τοὺς διαδόχους μετὰ τὸν θάνατον τοῦ πρώτου βασιλέως ἐμφανίζεσθαι καὶ διαμερισμὸν εἰς αὐτοὺς τῆς βασιλείας, οὔτε δὲ παῖδας αὐτοῦ τούτους ὄντας οὔτε συγγενεῖς, πολλοῖς ἔτεσιν ἄρξειν τῆς οἰκουμένης. [275] γενήσεσθαι δ᾽ ἐκ τούτων τινὰ βασιλέα τὸν ἐκπολεμήσοντα τό τε ἔθνος καὶ τοὺς νόμους αὐτῶν καὶ τὴν κατὰ τούτους ἀφαιρησόμενον πολιτείαν καὶ συλήσοντα τὸν ναὸν καὶ τὰς θυσίας ἐπ᾽ ἔτη τρία κωλύσοντα ἐπιτελεσθῆναι. [276] καὶ δὴ ταῦτα ἡμῶν συνέβη παθεῖν τῷ ἔθνει ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καθὼς εἶδεν Δανίηλος καὶ πολλοῖς ἔτεσιν ἔμπροσθεν ἀνέγραψε τὰ γενησόμενα. τὸν αὐτὸν δὲ τρόπον Δανίηλος καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπ᾽ αὐτῶν ἐρημωθήσεται. [277] ταῦτα πάντα ἐκεῖνος θεοῦ δείξαντος αὐτῷ συγγράψας κατέλειψεν: ὥστε τοὺς ἀναγινώσκοντας καὶ τὰ συμβαίνοντα σκοποῦντας θαυμάζειν ἐπὶ τῇ παρὰ θεοῦ τιμῇ τὸν Δανίηλον καὶ τοὺς Ἐπικουρείους ἐκ τούτων εὑρίσκειν πεπλανημένους, [278] οἳ τήν τε πρόνοιαν ἐκβάλλουσι τοῦ βίου καὶ θεὸν οὐκ ἀξιοῦσιν ἐπιτροπεύειν τῶν πραγμάτων, οὐδ᾽ ὑπὸ τῆς μακαρίας καὶ ἀφθάρτου πρὸς διαμονὴν τῶν ὅλων οὐσίας κυβερνᾶσθαι τὰ σύμπαντα, ἄμοιρον δὲ ἡνιόχου καὶ ἀφρόντιστον τὸν κόσμον αὐτομάτως φέρεσθαι λέγουσιν. [279] ὃς εἰ τοῦτον ἀπροστάτητος ἦν τὸν τρόπον, καθάπερ καὶ τὰς ναῦς ἐρήμους κυβερνητῶν καταδυομένας ὁρῶμεν ὑπὸ πνευμάτων καὶ τὰ ἅρματα περιτρεπόμενα μὴ ἔχοντα τοὺς ἡνιοχοῦντας, συντριβεὶς ἂν ὑπὸ τῆς ἀπρονοήτου συμφορᾶς ἀπωλώλει καὶ διεφθείρετο. [280] τοῖς οὖν προειρημένοις ὑπὸ Δανιήλου δοκοῦσί μοι σφόδρα τῆς ἀληθοῦς δόξης διαμαρτάνειν οἱ τῷ θεῷ μηδεμίαν εἶναι περὶ τῶν ἀνθρωπίνων ἀποφαινόμενοι πρόνοιαν: οὐ γὰρ ἂν κατὰ τὴν ἐκείνου προφητείαν, εἰ συνέβαινεν αὐτοματισμῷ τινι τὸν κόσμον διάγειν, πάντα ἑωρῶμεν ἀποβαίνοντα. [281] ἐγὼ μὲν περὶ τούτων ὡς εὗρον καὶ ἀνέγνων οὕτως ἔγραψα: εἰ δέ τις ἄλλως δοξάζειν βουλήσεται περὶ αὐτῶν, ἀνέγκλητον ἐχέτω τὴν ἑτερογνωμοσύνην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: