previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[228]

Ἀχιτόφελος δὲ τῆς γνώμης αὐτοῦ παρευδοκιμηθείσης ἐπιβὰς τοῦ κτήνους ἐξώρμησεν εἰς Γελμὼν τὴν πατρίδα: καὶ συγκαλέσας τοὺς οἰκείους ἅπαντας συνεβούλευσεν Ἀψαλώμῳ ταῦτ᾽ αὐτοῖς διεξῆλθε, καὶ ὡς οὐ πεισθεὶς φανερός ἐστιν οὐκ εἰς μακρὰν ἀπολούμενος: Δαυίδην δὲ κρατήσειν ἔλεγεν καὶ ἐπανήξειν ἐπὶ τὴν βασιλείαν. [229] ἄμεινον οὖν ἔφησεν εἶναι τοῦ ζῆν αὑτὸν ἐξαγαγεῖν ἐλευθέρως καὶ μεγαλοφρόνως παρασχεῖν αὑτὸν εἰς κόλασιν Δαυίδῃ, καθ᾽ οὗ πάντα συνέπραττεν Ἀψαλώμῳ. ταῦτα διαλεχθεὶς καὶ παρελθὼν εἰς τὸ μυχαίτατον τῆς οἰκίας ἀνήρτησεν ἑαυτόν. καὶ τὸν μὲν Ἀχιτόφελον τοιούτου θανάτου δικαστὴν αὑτῷ γενόμενον καθελόντες ἐκ τῆς ἀγχόνης ἐκήδευσαν οἱ προσήκοντες. [230] δὲ Δαυίδης διαβὰς τὸν Ἰόρδανον, καθὼς προειρήκαμεν, εἰς Παρεμβολὰς καλλίστην καὶ ὀχυρωτάτην πόλιν παραγίνεται: δέχονται δὲ αὐτὸν ἀσμενέστατα πάντες οἱ πρῶτοι τῆς χώρας κατά τε αἰδῶ τῆς τότε φυγῆς καὶ κατὰ τιμὴν τῆς προτέρας εὐπραγίας. ἦσαν δὲ οὗτοι Βερζελαῖος Γαλαδίτης καὶ Σειφὰρ τῆς Ἀμμανίτιδος δυνάστῃς καὶ Μάχειρος τῆς Γαλαδίτιδος χώρας πρῶτος. [231] οὗτοι πᾶσαν αὐτῷ καὶ τοῖς ἐκείνου τῶν ἐπιτηδείων ἐκτένειαν παρέσχον, ὡς μήτε κλίνας ἐπιλιπεῖν ἐστρωμένας μήτε ἄρτους καὶ οἶνον, ἀλλὰ καὶ θυμάτων ἀφθονίαν χορηγῆσαι καὶ τῶν εἰς ἀνάπαυσιν ἤδη κεκοπωμένοις καὶ τροφὴν χρησίμων εὐπορίαν διαρκῆ παρασχεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: