previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[70]

Τοῖς ἀμφὶ τὸν Χαιρέαν ὑπερβολαὶ τὸ καθ᾽ ἡμέραν ἦσαν ὀκνούντων πολλῶν οὐ γὰρ Χαιρέας ἔσται ἑκὼν εἶναι τοῦ πράσσειν ἀναβολὴν ἐποιεῖτο, πάντα καιρὸν ἐπιτήδειον τῇ πράξει νομίζων. [71] καὶ γὰρ εἰς τὸ Καπετώλιον ἀνιόντα καὶ τὰς θυσίας ὑπὲρ τῆς θυγατρὸς ἐπιτελουμένας ὑπὸ τοῦ Γαΐου παρῆν πολλάκις καιρός, καὶ ὑπὲρ τῆς βασιλικῆς ἱστάμενον καὶ τῷ δήμῳ χρυσίου καὶ ἀργυρίου χρήματα διαρριπτοῦντα ὦσαι κατὰ κεφαλῆς, ὑψηλὸν δ᾽ ἐστὶ τὸ τέγος εἰς τὴν ἀγορὰν φέρον, ἐπί τε τῶν μυστηρίων ταῖς ποιήσεσιν συνίστατο: [72] πάντων γὰρ αὐτὸν ἀπερίοπτον εἶναι προνοίᾳ τοῦ ἐν αὐτοῖς εὐπρεπῶς ἀναστραφησομένου καὶ ἀπογνώσει τοῦ ἐν ἐπιχειρήσει τινὶ γενέσθαι πιστεύοντα εἰ δὲ μηδὲν τίμιον ὡς τῶν θεῶν αὐτῷ δύναμιν τοῦ θανάτου παρατυγχάνειν, [73] αὐτῷ δ᾽ ἂν ἰσχὺν ἐγγενέσθαι καὶ μὴ σιδηροφορουμένῳ διαχρήσασθαι τότε Γάιον. οὕτως εὐχῆς εἶχε τοὺς συνωμότας Χαιρέας δεδιὼς τοὺς καιροὺς μὴ διαρρυεῖεν. [74] οἱ δὲ ἑώρων μὲν νομίμων τε χρῄζοντα καὶ ἐπ᾽ ἀγαθοῖς τοῖς αὐτῶν ἐπειγόμενον, οὐ μὴν ἀλλ᾽ ἠξίουν εἰς ὀλίγον γοῦν ὑπερβολῇ χρήσασθαι, μὴ καί πῃ σφάλματος τῇ ἐπιχειρήσει συνελθόντος ταράξαιεν τὴν πόλιν ζητήσεων τῶν συνεγνωκότων τὴν πρᾶξιν γινομένων καὶ τοῖς αὐτοῖς μελλήσουσιν ἐπιχειρεῖν ἄπορον τὴν ἀνδραγαθίαν φραξαμένου Γαΐου πρὸς αὐτοὺς μειζόνως. [75] καλῶς οὖν ἔχειν θεωριῶν ἐν τῷ Παλατίῳ ἐπιτελουμένων ἅπτεσθαι τοῦ χρήματος: ἄγονται δὲ ἐπὶ τιμῇ τοῦ πρώτου μεταστησαμένου τὴν ἀρχὴν τοῦ δήμου Καίσαρος εἰς αὐτὸν μικρόν τε πρὸ τοῦ βασιλείου καλύβης πηκτοῦ γενομένης, καὶ Ῥωμαίων τε οἱ εὐπατρίδαι θεωροῦσιν ὁμοῦ παισὶν καὶ γυναιξὶν καὶ Καῖσαρ: [76] ῥᾳστώνην τε αὐτοῖς ἔσεσθαι πολλῶν μυριάδων ἀνθρώπων εἰς ὀλίγον χωρίον καθειργνυμένων ὥστε εἰσιόντι τὴν ἐπιχείρησιν ποιήσασθαι δυνάμεως τοῖς ὑπασπισταῖς, εἰ καί τινες προθυμοῖντο, μὴ παρατευξομένης αὐτῷ βοηθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: