previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[42]

Ταῦτα μὲν Ἰησοῦς ἐπὶ στόμα πεσὼν ἠρώτα τὸν θεόν: χρηματίσαντος δὲ ἀνίστασθαι τοῦ θεοῦ καὶ καθαίρειν τὸν στρατὸν μιάσματος ἐν αὐτῷ γεγονότος κλοπῆς τε τῶν καθιερωμένων αὐτῷ χρημάτων τετολμημένης, διὰ γὰρ ταῦτα τὴν νῦν αὐτοῖς ἧτταν συμπεσεῖν, ἀναζητηθέντος δὲ τοῦ δράσαντος καὶ κολασθέντος νίκην αὐτοῖς ἀεὶ πορίζεσθαι τῶν πολεμίων, φράζει ταῦτα πρὸς τὸν λαὸν Ἰησοῦς, [43] καὶ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ τοὺς ἐν τέλει κατὰ φυλὴν ἐκλήρου. τούτου δὲ τὸ τετολμημένον ἐκ τῆς Ἰούδα φυλῆς δηλοῦντος κατὰ φατρίας πάλιν ταύτης προτίθησι τὸν κλῆρον. τὸ δ᾽ ἀληθὲς τοῦ κακουργήματος περὶ τὴν Ἀχάρου συγγένειαν ηὑρίσκετο. [44] κατ᾽ ἄνδρα δὲ τῆς ἐξετάσεως γινομένης λαμβάνουσι τὸν Ἄχαρον: δ᾽ οὐκ ἔχων ἔξαρνος εἶναι τοῦ θεοῦ δεινῶς αὐτὸν ἐκπεριελθόντος ὡμολόγει τε τὴν κλοπὴν καὶ τὰ φώρια παρῆγεν εἰς μέσον. καὶ οὗτος μὲν εὐθὺς ἀναιρεθεὶς ἐν νυκτὶ ταφῆς ἀτίμου καὶ καταδίκῳ πρεπούσης τυγχάνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: