previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39]

Τοῦ δὲ Ἑβραίων ὀνόματος ἤδη πολλοῦ κατὰ πάντας διαβοωμένου καὶ τοῦ περὶ αὐτῶν λόγου φοιτῶντος ἐν φόβῳ συνέβαινεν οὐ μικρῷ τοὺς ἐπιχωρίους εἶναι, καὶ πρεσβευόμενοι πρὸς ἀλλήλους παρεκάλουν ἀμύνειν καὶ πειρᾶσθαι τοὺς ἄνδρας διαφθείρειν. [40] ἐτύγχανον δὲ οἱ πρὸς τοῦτο ἐνάγοντες οἵ τε τὴν Γοβολῖτιν καὶ τὴν Πέτραν κατοικοῦντες, οἳ καλοῦνται μὲν Ἀμαληκῖται, μαχιμώτατοι δὲ τῶν ἐκεῖσε ἐθνῶν ὑπῆρχον, ὧν πέμποντες οἱ βασιλεῖς ἀλλήλους τε καὶ τοὺς περιοίκους ἐπὶ τὸν πρὸς Ἑβραίους πόλεμον παρεκάλουν, στρατὸν ἀλλότριον καὶ τῆς Αἰγυπτίων ἀποδράντα δουλείας ἐφεδρεύειν αὐτοῖς λέγοντες, [41] ὃν οὐ καλῶς ἔχει περιορᾶν, ἀλλὰ πρὶν λαβεῖν ἰσχὺν καὶ παρελθεῖν εἰς εὐπορίαν καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς κατάρξαι μάχης θαρρήσαντας τῷ μηδὲν αὐτοῖς παρ᾽ ἡμῶν ἀπαντᾶν καταλύειν ἀσφαλὲς καὶ σῶφρον δίκην αὐτοὺς καὶ περὶ τῆς ἐρήμου καὶ τῶν ἐν αὐτῇ πραχθέντων ἀπαιτοῦντας, ἀλλ᾽ οὐχ ὅταν ταῖς πόλεσιν ἡμῶν καὶ τοῖς ἀγαθοῖς ἐπιβάλωσι τὰς χεῖρας. [42] οἱ δὲ ἀρχομένην δύναμιν ἐχθρῶν πειρώμενοι καταλύειν ἀγαθοὶ συνεῖναι μᾶλλον, οἱ προκόψασαν μείζω κωλύοντες γενέσθαι: οἱ μὲν γὰρ τοῦ περισσοῦ δοκοῦσι νεμεσᾶν, οἱ δ᾽ οὐδεμίαν αὐτοῖς ἀφορμὴν κατ᾽ αὐτῶν ἐῶσι γενέσθαι. τοιαῦτα τοῖς τε πλησιοχώροις καὶ πρὸς ἀλλήλους πρεσβευόμενοι χωρεῖν τοῖς Ἑβραίοις ἐγνώκεσαν εἰς μάχην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: