previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[267]

Ἀπήντησε δ᾽ αὐτῷ καὶ Σαούλου υἱωνὸς Μεμφίβοσθος ῥυπαράν τε τὴν ἐσθῆτα περικείμενος καὶ τὴν κόμην βαθεῖαν καὶ κατημελημένην ἔχων: μετὰ γὰρ τὴν Δαυίδου φυγὴν οὔτε ἀπεκείρατο λυπούμενος οὔτ᾽ ἐκάθηρε τὴν ἐσθῆτα κατακρίνας αὑτοῦ συμφορὰν ταύτην ἐπὶ τῇ τοῦ βασιλέως μεταβολῇ: διεβέβλητο δὲ καὶ ὑπὸ τοῦ ἐπιτρόπου Σιβᾶ πρὸς αὐτὸν ἀδίκως. [268] ἀσπασαμένου δὲ αὐτοῦ καὶ προσκυνήσαντος ἤρξατο πυνθάνεσθαι, τί δήποτ᾽ οὐ συνεξῆλθεν αὐτῷ καὶ κοινωνὸς ἦν τῆς φυγῆς; δ᾽ ἀδίκημα τοῦτ᾽ ἔλεγεν εἶναι Σιβᾶ: κελευσθεὶς γὰρ παρασκευάσαι τὰ πρὸς τὴν ἔξοδον οὐκ ἐφρόντισεν, ἀλλ᾽ ὥσπερ ἀνδραπόδου τινὸς οὕτως παρήκουσεν. [269]εἰ μέντοι γε τὰς βάσεις εἶχον ἐρρωμένας, οὐκ ἂν ἀπελείφθην σου χρῆσθαι πρὸς τὴν φυγὴν ταύταις δυνάμενος. οὐ τοῦτο δὲ μόνον ἠδίκησέ μου τὴν πρὸς σέ, δέσποτα, εὐσέβειαν, ἀλλὰ καὶ προσδιέβαλε καὶ κατεψεύσατο κακουργῶν. ἀλλ᾽ οἶδα γάρ, ὅτι τούτων οὐδὲν σὴ διάνοια προσίεται δικαία τε οὖσα καὶ τὴν ἀλήθειαν ἐνισχύειν βουλομένη καὶ τὸ θεῖον ἀγαπῶσα: [270] μείζονα γὰρ κινδυνεύσας παθεῖν ὑπὸ τοῦ πάππου τοὐμοῦ καὶ τῆς ὅλης ἡμῶν γενεᾶς ὀφειλούσης εἰς ἐκεῖνα ἀπολωλέναι, σύ τε μέτριος καὶ χρηστὸς ἐγένου τότε μάλιστα πάντων ἐκείνων λήθην ποιησάμενος, ὅτ᾽ ἐξουσίαν τῆς ὑπὲρ αὐτῶν τιμωρίας εἶχεν μνήμη. φίλον δὲ σὸν ἔκρινας ἐμὲ καὶ ἐπὶ τῆς τραπέζης εἶχες ὁσημέραι, καὶ οὐδὲν ἀπέλειπον τῶν συγγενῶν τοῦ μάλιστα τιμωμένου.’ [271] ταῦτ᾽ εἰπόντος οὔτε τὸν Μεμφίβοσθον ἔγνω κολάζειν οὔθ᾽ ὡς καταψευσαμένου τοῦ Σιβᾶ πρὸς αὐτὸν καταδικάζειν, ἀλλ᾽ ὑπὲρ μὲν τοῦ μὴ μετὰ Σιβᾶ ἐλθεῖν ἐκείνῳ πάντα χαρίσασθαι φήσας αὐτῷ συγγινώσκειν ὑπέσχετο τὰ ἡμίση τῆς οὐσίας αὐτῷ κελεύσας ἀποδοθῆναι. δὲ Μεμφίβοσθοςπάντ᾽ ἐχέτω μέν, εἶπε, Σιβάς, ἐμοὶ δ᾽ ἀπόχρη τὸ σὲ τὴν βασιλείαν ἀπολαβεῖν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: