previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[337]

Καλέσας δὲ τὸν παῖδα Σολόμωνα κατασκευάσαι τῷ θεῷ ναὸν αὐτὸν ἐκέλευε διαδεξάμενον τὴν βασιλείαν λέγων, ὡς αὐτὸν βουλόμενον κωλύσειεν θεὸς αἵματι καὶ πολέμοις πεφυραμένον, προείποι δ᾽ ὅτι Σολόμων οἰκοδομήσει αὐτῷ παῖς νεώτατος καὶ τοῦτο κληθησόμενος τοὔνομα, οὗ προνοήσειν μὲν αὐτὸς ὡς πατὴρ ἐπηγγέλλετο, τὴν δ᾽ Ἑβραίων χώραν εὐδαίμονα καταστήσειν ἐπ᾽ αὐτοῦ τοῖς τε ἄλλοις ἀγαθοῖς καὶ δὴ καὶ τῷ μεγίστῳ πάντων εἰρήνῃ καὶ πολέμων ἀπαλλαγῇ καὶ στάσεων ἐμφυλίων. [338]σὺ τοίνυν ἐπεὶ καὶ πρὸ τῆς γενέσεως ἀπεδείχθης βασιλεὺς ὑπὸ τοῦ θεοῦ πειρῶ τά τε ἄλλα γίνεσθαι τῆς τούτου προνοίας ἄξιος εὐσεβὴς ὢν καὶ δίκαιος καὶ ἀνδρεῖος, καὶ τὰς ἐντολὰς αὐτοῦ καὶ τοὺς νόμους οὓς διὰ Μωυσέος ἔδωκεν ἡμῖν φύλαττε καὶ τοῖς ἄλλοις μὴ παραβαίνειν ἐπίτρεπε. [339] τὸν δὲ ναόν, ὃν ὑπὸ σοῦ βασιλεύοντος εἵλετο αὑτῷ γενέσθαι, σπούδασον ἀποδοῦναι τῷ θεῷ μὴ καταπλαγεὶς τὸ μέγεθος τοῦ ἔργου μηδ᾽ ἀποδειλιάσας πρὸς αὐτό: πάντα γάρ σοι πρὸ τῆς ἐμαυτοῦ τελευτῆς ἕτοιμα ποιήσω. [340] γίνωσκε χρυσοῦ μὲν ἤδη τάλαντα συνειλεγμένα μύρια, δέκα δ᾽ ἀργύρου μυριάδας ταλάντων, χαλκόν τε καὶ σίδηρον ἀριθμοῦ πλείονα συντέθεικα καὶ ξύλων δὲ καὶ λίθων ὕλην ἄφθονον, ἔχεις δὲ καὶ λατόμων πολλὰς μυριάδας καὶ τεκτόνων: ἂν δέ τι τούτοις προσδέῃ, σὺ προσθήσεις. γίνου τοίνυν ἄριστος τὸν θεὸν ἔχων προστάτην.’ [341] προσπαρεκελεύσατο δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ τῆς οἰκοδομίας συλλαβέσθαι τῷ παιδὶ καὶ πάντων ἀδεεῖς ὄντας τῶν κακῶν περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἀσχολεῖν: καρπώσεσθαι γὰρ αὐτοὺς ἀντὶ τούτων εἰρήνην καὶ εὐνομίαν, οἷς ἀμείβεται τοὺς εὐσεβεῖς καὶ δικαίους θεὸς ἀνθρώπους. [342] οἰκοδομηθέντος δὲ τοῦ ναοῦ τὴν κιβωτὸν αὐτὸν ἀποθέσθαι προσέταξε καὶ τὰ ἅγια σκεύη πρὸ πολλοῦ ναὸν ὀφείλοντα ἔχειν, εἰ τῶν ἐντολῶν τοῦ θεοῦ μὴ παρήκουσαν ἡμῶν οἱ πατέρες ἐντειλαμένου μετὰ τὸ τὴν γῆν ταύτην κατασχεῖν οἰκοδομῆσαι ναὸν αὐτῷ. ταῦτα μὲν πρὸς τοὺς ἡγεμόνας Δαυίδης καὶ τὸν υἱὸν αὐτοῦ διελέχθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: