previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[328]

Τοιαῦτα λέγοντος ἐκέλευσεν ἅμα τόν τε Μήλαν καὶ τὸν Ἀλέξανδρον ἄγειν ὡς Γλαφύραν τὴν Ἀρχελάου καὶ πυνθάνεσθαι παρ᾽ αὐτῆς, εἰ μηδὲν ἠγνόει τῶν εἰς ἐπιβουλὴν Ἡρώδου γιγνομένων. [329] ὡς δὲ ἧκον, εὐθὺς μὲν Γλαφύρα δεσμώτην ἰδοῦσα τὸν Ἀλέξανδρον ἔπληξε τὴν κεφαλὴν καὶ καταπληξαμένη μέγα καὶ συμπαθὲς ἀνῴμωξεν. ἦν δὲ καὶ τοῦ νεανίσκου δάκρυα καὶ τῶν παρόντων ὀδυνηρά τις θέα, μέχρι πλείονος οὐδὲ ἐφ᾽ οἷς ἧκον εἰπεῖν πράττειν δυναμένων. [330] ὀψὲ δὲ τοῦ Πτολεμαίου, τούτῳ γὰρ ἄγειν αὐτὸν ἐπετέτακτο, φράζειν κελεύοντος εἴ τι τῶν πραττομένων γυνὴ σύνοιδεν αὐτῷ, [331]τί δ᾽ οὐκ ἄν, ἔφη, συνέγνω τῆς ψυχῆς ἐμοὶ στεργομένη πλέον καὶ κοινωνοῦσα τέκνων;’ δὲ πρὸς ταῦτα μὲν ἀνεβόησεν, ὡς συνειδείη μὲν οὐδὲν ἄτοπον, εἰ δὲ φέροι πρὸς τὴν σωτηρίαν τὴν ἐκείνου τὸ καὶ καθ᾽ αὑτῆς τι ψεύσασθαι, πάνθ᾽ ὁμολογεῖν. δὲ Ἀλέξανδροςἀσεβὲς μὲν οὐδέν, εἶπεν, οὐδ᾽ ὧν ὑπονοοῦσιν οὓς ἥκιστα ἐχρῆν οὔτ᾽ αὐτὸς ἐνόησα σύ τε οὐδὲν οἶσθα, ἀλλ᾽ ὅτι παρ᾽ Ἀρχέλαον ἀποχωρεῖν ἐγνώκειμεν κἀκεῖθεν εἰς Ῥώμην.’ [332] ταῦτ᾽ ἐκείνης ὁμολογούσης μὲν Ἡρώδης Ἀρχέλαον ἐξεληλέγχθαι τῆς πρὸς αὐτὸν δυσνοίας ὑπολαβὼν δίδωσιν Ὀλύμπῳ καὶ Οὐολομνίῳ γράμματα κελεύσας ἐν παράπλῳ μὲν Ἐλαιούσῃ τῆς Κιλικίας προσσχόντας Ἀρχελάῳ τε περὶ τούτων ἀποδοῦναι καὶ μεμψαμένους ὅτι τῆς ἐπιβουλῆς ἐφάψαιτο τοῖς παισὶν ἐκεῖθεν εἰς Ῥώμην πλεῖν. [333] κἂν εὕρωσιν ἀνύσαντά τι Νικόλαον, ὡς μηκέτ᾽ αὐτῷ δυσχεραίνειν Καίσαρα, διδόναι τὰς ἐπιστολὰς καὶ τοὺς ἐλέγχους τοὺς κατὰ τῶν νεανίσκων συνεσκευασμένως ἐπέστειλεν. [334] Ἀρχέλαος μὲν οὖν ἀπελογεῖτο δέξασθαι μὲν τοὺς νεανίσκους ὁμολογήσας διὰ τὸ συμφέρειν αὐτοῖς τε ἐκείνοις καὶ τῷ πατρὶ μὴ χαλεπώτερόν τι προστεθῆναι κατ᾽ ὀργὴν ὧν ὑπόπτως ἔχοντες ἐστασίαζον: οὐ μὴν καὶ πρὸς Καίσαρα πέμψειν οὐδ᾽ ἄλλο τι κατὰ δύσνοιαν τὴν πρὸς ἐκεῖνον ὁμολογῆσαι τοῖς νεανίσκοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: