previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[222]

Σπεύσας δὲ πρὸς τοὺς ἀρχιερέας Σάδωκον καὶ Ἀβιάθαρον καὶ τήν τε Ἀχιτοφέλου γνώμην ἐξειπὼν αὐτοῖς καὶ τὴν ἑαυτοῦ καὶ ὅτι δέδοκται τὰ ὑπ᾽ αὐτοῦ παραινεθέντα πράττειν, ἐκέλευσε μηνύειν πέμψαντας Δαυίδῃ καὶ φανερὰ ποιεῖν τὰ συμβεβουλευμένα καὶ προσπαρακελεύσασθαι ταχέως διαβῆναι τὸν Ἰόρδανον, μὴ μεταγνοὺς παῖς αὐτοῦ διώκειν ὁρμήσῃ καὶ πρὶν ἐν ἀσφαλείᾳ γένηται φθάσας καταλάβῃ. [223] οἱ δὲ ἀρχιερεῖς ἐξεπίτηδες τοὺς υἱοὺς ἔξω τῆς πόλεως κεκρυμμένους εἶχον, ὅπως διακομίσωσι πρὸς τὸν Δαυίδην τὰ πραττόμενα: πέμψαντες οὖν πιστὴν θεραπαινίδα πρὸς αὐτοὺς φέρουσαν τὰ βεβουλευμένα ὑπὸ τοῦ Ἀψαλώμου προσέταξαν μετὰ σπουδῆς ταῦτα Δαυίδῃ σημαίνειν. [224] οἱ δ᾽ οὐδὲν εἰς ἀναβολὰς καὶ μέλλησιν ὑπερέθεντο, λαβόντες δὲ τὰς τῶν πατέρων ἐντολὰς εὐσεβεῖς ἅμα καὶ πιστοὶ γίνονται διάκονοι: καὶ τῆς ὑπηρεσίας τὸ τάχος καὶ τὴν ὀξύτητα κρίναντες ἄριστα εἶναι ἠπείγοντο συμβαλεῖν Δαυίδῃ. [225] γενομένους δ᾽ αὐτοὺς ἀπὸ σταδίων τῆς πόλεως δύο θεῶνταί τινες ἱππεῖς καὶ διαβάλλουσι πρὸς τὸν Ἀψάλωμον: δ᾽ εὐθὺς ἔπεμψε τοὺς συλληψομένους. νοήσαντες δὲ τοῦτο οἱ τῶν ἀρχιερέων παῖδες ἐκτραπέντες τῆς ὁδοῦ παραχρῆμα εἰς κώμην τινὰ τῶν Ἱεροσολύμων οὐκ ἄπωθεν αὑτοὺς ἔδωκαν, Βοκχόρης ἦν ὄνομα τῇ πόλει, καὶ γυναικὸς ἐδεήθησάν τινος κρύψαι καὶ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν. [226] δὲ καθιμήσασα τοὺς νεανίσκους εἰς φρέαρ καὶ πλάκας ἄνωθεν ἐρίων ἐρίων ἐπιβαλοῦσα, ὡς ἧκον οἱ διώκοντες αὐτοὺς καὶ περὶ αὐτῶν ἀνέκριναν εἰ θεάσαιτο, ἰδεῖν οὐκ ἠρνήσατο, πιόντας γὰρ παρ᾽ αὐτῇ πάλιν ἀπελθεῖν, εἰ μέντοι γε συντόνως διώξουσι καταλήψεσθαι προύλεγεν. ὡς δ᾽ ἐπὶ πολὺ διώξαντες οὐ κατέλαβον, ἀνέστρεψαν εἰς τοὐπίσω. [227] θεασαμένη δ᾽ αὐτοὺς ἀναζεύξαντας γυνὴ καὶ μηδένα φόβον τοῖς νεανίσκοις ἀπ᾽ αὐτῶν ἔτι συλλήψεως εἶναι, ἀνιμήσασα τὴν προκειμένην ὁδὸν ἀνύειν παρεκελεύσατο: καὶ πολλῇ σπουδῇ καὶ τάχει χρησάμενοι περὶ τὴν ὁδοιπορίαν ἧκον πρὸς Δαυίδην καὶ πάντ᾽ ἀκριβῶς ἐδήλωσαν τὰ παρ᾽ Ἀψαλώμου βεβουλευμένα. δὲ διαβῆναι τὸν Ἰόρδανον τοὺς μεθ᾽ ἑαυτοῦ προσέταξεν ἤδη νυκτὸς οὔσης καὶ μηδὲν ὀκνεῖν δι᾽ αὐτήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: