previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[245]

Καὶ μὲν ταῦτα εἶπεν, καὶ συγκαταθεμένων πεμφθεὶς σὺν ἑτέροις τήν τε ταραχὴν τῆς βουλῆς διηγεῖται καταμόνας πρὸς τὸν Κλαύδιον ἐδίδασκέν τε ἡγεμονικώτερον ἀποκρίνασθαι καὶ τῷ ἀξιώματι τῆς ἐξουσίας χρώμενον. [246] ἔλεγεν οὖν Κλαύδιος, οὐ θαυμάζειν τὴν βουλὴν ἡδονῇ μὴ φέρουσαν ἄρχεσθαι διὰ τὸ ὠμότητι τετρῦσθαι τῶν πρότερον ἐπὶ τὸ ἡγεμονεύειν καταστάντων, γεύσειν τε αὐτοὺς ἐπιεικείᾳ τῇ καθ᾽ αὑτὸν μετρίων καιρῶν, ὀνόματι μὲν μόνῳ τῆς ἀρχῆς ἐσομένης, ἔργῳ δὲ κοινῆς πᾶσι προκεισομένης εἰς μέσον. διὰ πολλῶν δὲ καὶ ποικίλων ὡδευκότι πραγμάτων ἐν ὄψει τῇ ἐκείνων καλῶς ἔχειν μὴ ἀπιστεῖν. [247] καὶ οἱ μὲν πρέσβεις τοιούτων ἀκροάσει λόγων καθομιληθέντες ἐξεπέμποντο. Κλαύδιος δὲ τῷ στρατῷ συλλεχθέντι διελέγετο ὅρκους λαμβάνων μὴν ἐμμενεῖν πίστει τῇ πρὸς αὐτόν, δωρεῖται τοὺς σωματοφύλακας πεντακισχιλίαις δραχμαῖς κατὰ ἕκαστον ἄνδρα, τοῖς τε ἡγεμόσιν αὐτῶν ἀνάλογον τοῦ ἀριθμοῦ καὶ τοῖς ὅποι ποτὲ στρατοπέδοις ὑπισχνεῖτο τὰ ὅμοια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: