previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[309]

Τοῦτον ἅπαντα τὸν χρόνον, ἔτη δ᾽ ἐστὶν εἴκοσιν, ἐποίμαινε τῷ πενθερῷ: μετὰ τὸν δ᾽ ἠξίου τὰς γυναῖκας ἀναλαβὼν ἀπαλλάττεσθαι πρὸς αὑτόν: τοῦ δὲ πενθεροῦ μὴ συγχωροῦντος κρύφα τοῦτο ποιεῖν ἐπενόει. [310] τῶν γυναικῶν οὖν ἀπεπειρᾶτο, πῶς ἔχοιεν πρὸς τὴν ἀποδημίαν, τῶν δ᾽ ἐχουσῶν ἡδέως Ῥαχήλα καὶ τοὺς τύπους τῶν θεῶν, οὓς σέβειν πατρίους ὄντας νόμιμον ἦν, συνανελομένη συναπεδίδρασκε μετὰ τῆς ἀδελφῆς οἵ τε ἑκατέρων παῖδες καὶ αἱ θεραπαινίδες σὺν τοῖς υἱοῖς εἴ τέ τις ἦν κτῆσις αὐταῖς. [311] ἐπήγετο δὲ Ἰάκωβος καὶ τῶν βοσκημάτων τὴν ἡμίσειαν Λαβάνου μὴ προεγνωκότος. τοὺς δὲ τύπους ἐπεφέρετο τῶν θεῶν Ῥαχήλα καταφρονεῖν μὲν τῆς τοιαύτης τιμῆς τῶν θεῶν διδάξαντος αὐτὴν Ἰακώβου, ἵνα δ᾽ εἰ καταληφθεῖεν ὑπὸ τοῦ πατρὸς αὐτῆς διωχθέντες ἔχοι τούτοις προσφυγοῦσα συγγνώμης τυγχάνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: