previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[320]

Τελευτήσαντος δὲ Ἀριστοβούλου Σαλίνα γυνὴ αὐτοῦ, λεγομένη δὲ ὑπὸ Ἑλλήνων Ἀλεξάνδρα, λύσασα τοὺς ἀδελφοὺς αὐτοῦ, δεδεμένους γὰρ αὐτοὺς εἶχεν Ἀριστόβουλος, ὡς προειρήκαμεν, Ἰαναῖον τὸν καὶ Ἀλέξανδρον βασιλέα καθίστησιν τὸν καὶ καθ᾽ ἡλικίαν προύχοντα καὶ μετριότητα, [321] καὶ συνέβη γεννηθέντι εὐθὺς μισηθῆναι ὑπὸ τοῦ πατρὸς καὶ μέχρι τῆς τελευτῆς αὐτοῦ μηκέτι εἰς ὄψιν ἀφικέσθαι. τὸ δ᾽ αἴτιον τοῦ μίσους τοιόνδε λέγεται γενέσθαι: [322] στέργων μάλιστα τῶν παίδων Ὑρκανὸς τοὺς πρεσβυτέρους Ἀντίγονον καὶ Ἀριστόβουλον φανέντα κατὰ τοὺς ὕπνους αὐτῷ τὸν θεὸν ἐπηρώτα, τίς αὐτοῦ τῶν παίδων μέλλει ἔσεσθαι διάδοχος. τοῦ δὲ θεοῦ τοὺς τούτου χαρακτῆρας δείξαντος, λυπηθεὶς ὅτι τῶν ἀγαθῶν αὐτοῦ πάντων οὗτος ἔσται κληρονόμος, γενόμενον εἴασεν ἐν τῇ Γαλιλαίᾳ τρέφεσθαι. μέντοι θεὸς οὐ διεψεύσατο τὸν Ὑρκανόν. [323] τὴν δὲ βασιλείαν μετὰ τὴν Ἀριστοβούλου τελευτὴν οὗτος παραλαβὼν τὸν μὲν τῶν ἀδελφῶν ἐπιχειροῦντα τῇ βασιλείᾳ διεχρήσατο, τὸν δ᾽ ἕτερον ἀπραγμόνως ζῆν προαιρούμενον εἶχεν ἐν τιμῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: