previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[190]

Δόξαν δὲ Δανιήλῳ μετὰ τῶν συγγενῶν σκληραγωγεῖν ἑαυτὸν καὶ τῶν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐδεσμάτων ἀπέχεσθαι καὶ καθόλου πάντων τῶν ἐμψύχων, προσελθὼν Ἀσχάνῃ τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐμπεπιστευμένῳ εὐνούχῳ τὰ μὲν παρὰ τοῦ βασιλέως αὐτοῖς κομιζόμενα παρεκάλεσεν αὐτὸν ἀναλίσκειν λαμβάνοντα, παρέχειν δ᾽ αὐτοῖς ὄσπρια καὶ φοίνικας εἰς διατροφὴν καὶ εἴ τι τῶν ἀψύχων ἕτερον βούλοιτο: πρὸς γὰρ τὴν τοιαύτην δίαιταν αὐτοὺς κεκινῆσθαι, τῆς δ᾽ ἑτέρας περιφρονεῖν. [191] δ᾽ εἶναι μὲν ἕτοιμος ἔλεγεν ὑπηρετεῖν αὐτῶν τῇ προαιρέσει, ὑφορᾶσθαι δέ, μὴ κατάδηλοι τῷ βασιλεῖ γενηθέντες ἐκ τῆς τῶν σωμάτων ἰσχνότητος καὶ τῆς τροπῆς τῶν χαρακτήρων, συμμεταβάλλειν γὰρ αὐτοῖς ἀνάγκη τὰ σώματα καὶ τὰς χρόας ἅμα τῇ διαίτῃ, καὶ μάλιστα τῶν ἄλλων παίδων εὐπαθούντων ἐλεγχθέντες αἴτιοι κινδύνου καὶ τιμωρίας αὐτῷ καταστῶσιν. [192] ἔχοντα τοίνυν πρὸς τοῦτ᾽ εὐλαβῶς τὸν Ἀσχάνην πείθουσιν ἐπὶ δέκα ἡμέρας ταῦτα παρασχεῖν αὐτοῖς πείρας ἕνεκα καὶ μὴ μεταβαλούσης μὲν αὐτοῖς τῆς τῶν σωμάτων ἕξεως ἐπιμένειν τοῖς αὐτοῖς, ὡς οὐδὲν ἔτι εἰς αὐτὴν βλαβησομένων, εἰ δὲ μειωθέντας ἴδοι καὶ κάκιον τῶν ἄλλων ἔχοντας, ἐπὶ τὴν προτέραν αὐτοὺς δίαιταν ἄγειν. [193] ὡς δὲ οὐ μόνον οὐδὲν αὐτοὺς ἐλύπει τὴν τροφὴν ἐκείνην προσφερομένους, ἀλλὰ καὶ τῶν ἄλλων εὐτραφέστεροι τὰ σώματα καὶ μείζονες ἐγίνοντο, ὡς τοὺς μὲν ἐνδεεστέρους ὑπολαμβάνειν οἷς τὴν βασιλικὴν συνέβαινεν εἶναι χορηγίαν, τοὺς δὲ μετὰ τοῦ Δανιήλου δοκεῖν ἐν ἀφθονίᾳ καὶ τρυφῇ τῇ πάσῃ βιοῦν, ἔκτοτε μετ᾽ ἀδείας Ἀσχάνης μὲν ἀπὸ τοῦ δείπνου καθ᾽ ἡμέραν συνήθως ἔπεμπε τοῖς παισὶν βασιλεὺς αὐτὸς ἐλάμβανεν, ἐχορήγει δ᾽ αὐτοῖς τὰ προειρημένα. [194] οἱ δὲ ὡς καὶ τῶν ψυχῶν αὐτοῖς διὰ τοῦτο καθαρῶν καὶ πρὸς τὴν παιδείαν ἀκραιφνῶν γεγενημένων καὶ τῶν σωμάτων πρὸς φιλοπονίαν εὐτονωτέρων, οὔτε γὰρ ἐκείνας ἐφείλκοντο καὶ βαρείας εἶχον ὑπὸ τροφῆς ποικίλης οὔτε ταῦτα μαλακώτερα διὰ τὴν αὐτὴν αἰτίαν, πᾶσαν ἑτοίμως ἐξέμαθον παιδείαν ἥτις ἦν παρὰ τοῖς Ἑβραίοις καὶ τοῖς Χαλδαίοις. μάλιστα δὲ Δανίηλος ἱκανῶς ἤδη σοφίας ἐμπείρως ἔχων περὶ κρίσεις ὀνείρων ἐσπουδάκει, καὶ τὸ θεῖον αὐτῷ φανερὸν ἐγίνετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: