previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[185]

Τελευτήσαντος δὲ τούτου πάλιν τὰ τῶν Ἰσραηλιτῶν ὑπὸ ἀναρχίας ἐνόσει πράγματα, καὶ τῷ μὴ διὰ τιμῆς ἄγειν τὸν θεὸν μηδὲ τοῖς νόμοις ὑπακούειν ἔτι μᾶλλον ἐκακοῦτο, [186] ὡς καταφρονήσαντα αὐτῶν τῆς ἀκοσμίας τῆς κατὰ τὴν πολιτείαν Ἐγλῶνα τὸν Μωαβιτῶν βασιλέα πόλεμον πρὸς αὐτοὺς ἐξενεγκεῖν καὶ πολλαῖς μάχαις αὐτῶν κρατήσαντα καὶ τοὺς φρονήματι τῶν ἄλλων διαφέροντας ὑποτάξαντα πρὸς τὸ παντελὲς αὐτῶν τὴν δύναμιν ταπεινῶσαι καὶ φόρους αὐτοῖς ἐπιτάξαι τελεῖν. [187] καθιδρύσας δ᾽ αὐτῷ ἐν Ἱεριχοῦντι βασίλειον ταύτην ἀποδείξας οὐδὲν τῆς εἰς τὸ πλῆθος κακώσεως παρέλιπεν εἴς τε πενίαν αὐτοὺς κατέστησεν ἐπὶ ὀκτωκαίδεκα ἔτη. λαβὼν δ᾽ οἶκτον θεὸς τῶν Ἰσραηλιτῶν ἐφ᾽ οἷς ἔπασχον καὶ ταῖς ἱκετείαις αὐτῶν ἐπικλασθεὶς ἀπήλλαξε τῆς ὑπὸ τοῖς Μωαβίταις ὕβρεως. ἠλευθερώθησαν δὲ τούτῳ τῷ τρόπῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: