previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[49]

Σιωπήσαντος δὲ καὶ τούτου περὶ τῆς τῶν γυναικῶν καὶ τῆς ἀληθείας τρίτος Ζοροβάβηλος διδάσκειν αὐτοὺς ἤρξατο λέγων οὕτως: ‘ἰσχυρὸς μὲν καὶ οἶνος καὶ βασιλεύς, πάντες ὑπακούουσιν, ἀλλὰ κρείττους τὴν δύναμιν τούτων αἱ γυναῖκες: [50] τόν τε γὰρ βασιλέα γυνὴ παρήγαγεν εἰς τὸ φῶς καὶ τοὺς φυτεύσαντας ἀμπέλους, αἳ ποιοῦσιν τὸν οἶνον, γυναῖκές εἰσιν αἱ τίκτουσαί τε καὶ τρέφουσαι, καθόλου δ᾽ οὐδέν ἐστιν, μὴ παρ᾽ αὐτῶν ἔχομεν: καὶ γὰρ τὰς ἐσθῆτας αὗται ὑφαίνουσιν ἡμῖν καὶ τὰ κατ᾽ οἶκον διὰ ταύτας ἐπιμελείας καὶ φυλακῆς ἀξιοῦται. [51] καὶ οὐκ ἔστιν ἡμῖν ἀποζευχθῆναι γυναικῶν, ἀλλὰ χρυσὸν πολὺν κτησάμενοι καὶ ἄργυρον καὶ ἄλλο τι τῶν πολυτελῶν καὶ σπουδῆς ἀξίων, ὅταν ἴδωμεν εὔμορφον γυναῖκα, πάντα ἐκεῖνα ἀφέντες τῷ εἴδει τῆς ὁραθείσης προσκεχήναμεν καὶ ὑπομένομεν παραχωρῆσαι τῶν ὄντων ἡμῖν, ἵνα τοῦ κάλλους ἀπολαύσωμεν καὶ μεταλάβωμεν. [52] ἐγκαταλείπομεν δὲ καὶ πατέρας καὶ μητέρας καὶ τὴν θρεψαμένην γῆν, καὶ τῶν φιλτάτων πολλάκις λήθην ἔχομεν διὰ τὰς γυναῖκας, καὶ τὰς ψυχὰς ἀφιέναι μετ᾽ αὐτῶν καρτεροῦμεν. οὕτως δ᾽ ἂν μάλιστα τὴν ἰσχὺν τῶν γυναικῶν κατανοήσαιτε: [53] οὐχὶ πονοῦντες καὶ πᾶσαν ταλαιπωρίαν ὑπομένοντες καὶ διὰ γῆς καὶ διὰ θαλάττης, ὅταν ἡμῖν ἐκ τῶν πόνων περιγένηταί τινα, αὐτὰ φέροντες ὡς δεσποίναις ταῖς γυναιξὶν διδόαμεν; [54] καὶ τὸν βασιλέα δὲ τὸν τοσούτων κύριον εἶδόν ποτε ὑπὸ τῆς Ῥαβεζάκου τοῦ Θεμασίου παιδὸς Ἀπάμης παλλακῆς δ᾽ αὐτοῦ ῥαπιζόμενον, καὶ τὸ διάδημα ἀφαιρουμένης καὶ τῇ ἰδίᾳ κεφαλῇ περιτιθείσης ἀνεχόμενον καὶ μειδιώσης μὲν μειδιῶντα ὀργιζομένης δὲ σκυθρωπάζοντα καὶ τῇ τῶν παθῶν μεταβολῇ κολακεύοντα τὴν γυναῖκα καὶ διαλλάττοντα ἐκ τοῦ σφόδρα ταπεινὸν αὑτὸν ποιεῖν, εἴ ποτε δυσχεραίνουσαν ἔβλεπεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: