previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[316]

Τοσαυτάκις οὖν ἡττημένων ἤδη τῶν Ἀντιόχου τοῦ βασιλέως στρατηγῶν Ἰούδας ἐκκλησιάσας ἔλεγεν μετὰ πολλὰς νίκας, ἃς θεὸς αὐτοῖς ἔδωκεν, ἀναβῆναι δεῖν εἰς Ἱεροσόλυμα καὶ τὸν ναὸν καθαρίσαι καὶ τὰς νενομισμένας θυσίας προσφέρειν. [317] ὡς δὲ παραγενόμενος μετὰ παντὸς τοῦ πλήθους εἰς Ἱεροσόλυμα τὸν ναὸν ἔρημον εὗρεν καὶ καταπεπρησμένας τὰς πύλας καὶ φυτὰ διὰ τὴν ἐρημίαν αὐτόματα ἐν τῷ ἱερῷ ἀναβεβλαστηκότα, θρηνεῖν ἤρξατο μετὰ τῶν ἰδίων ἐπὶ τῇ ὄψει τοῦ ναοῦ συγχυθείς. [318] ἐπιλεξάμενος δέ τινας τῶν αὐτοῦ στρατιωτῶν προσέταξε τούτοις ἐκπολεμῆσαι τοὺς τὴν ἄκραν φυλάττοντας, ἄχρι τὸν ναὸν αὐτὸς ἁγνίσειεν. καὶ καθάρας ἐπιμελῶς αὐτὸν εἰσεκόμισε καινὰ σκεύη, λυχνίαν τράπεζαν βωμόν, ἐκ χρυσοῦ πεποιημένα, ἀπήρτησεν δὲ καὶ τὰ ἐμπετάσματα τῶν θυρῶν καὶ τὰς θύρας αὐτὰς ἐπέθηκεν, καθελὼν δὲ καὶ τὸ θυσιαστήριον καινὸν ἐκ λίθων συμμίκτων ᾠκοδόμησεν οὐ λελαξευμένων ὑπὸ σιδήρου. [319] πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἐξελέου μηνός, ὃν οἱ Μακεδόνες Ἀπελλαῖον καλοῦσιν, ἧψάν τε φῶτα ἐπὶ τῆς λυχνίας καὶ ἐθυμίασαν ἐπὶ τοῦ βωμοῦ καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἐπέθεσαν καὶ ὡλοκαύτησαν ἐπὶ τοῦ καινοῦ θυσιαστηρίου. [320] ἔτυχεν δὲ ταῦτα κατὰ τὴν αὐτὴν ἡμέραν γίνεσθαι, καθ᾽ ἣν καὶ μετέπεσεν αὐτῶν ἅγιος θρησκεία εἰς βέβηλον καὶ κοινὴν συνήθειαν μετὰ ἔτη τρία: τὸν γὰρ ναὸν ἐρημωθέντα ὑπὸ Ἀντιόχου διαμεῖναι τοιοῦτον ἔτεσι συνέβη τρισίν: [321] ἔτει γὰρ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ταῦτα περὶ τὸν ναὸν ἐγένετο, πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἀπελλαίου μηνὸς ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ, ἀνενεώθη δὲ κατὰ τὴν αὐτὴν ἡμέραν πέμπτῃ καὶ εἰκοστῇ τοῦ Ἀπελλαίου μηνὸς ὀγδόῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τετάρτῃ. [322] τὴν δ᾽ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιήλου προφητείαν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν: ἐδήλωσεν γάρ, ὅτι Μακεδόνες καταλύσουσιν αὐτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: