previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[392]

Ἔθαψε δὲ αὐτὸν παῖς Σολόμων ἐν Ἱεροσολύμοις διαπρεπῶς τοῖς τε ἄλλοις οἷς περὶ κηδείαν νομίζεται βασιλικὴν ἅπασι καὶ δὴ καὶ πλοῦτον αὐτῷ πολὺν καὶ ἄφθονον συνεκήδευσεν, ὧν τὴν ὑπερβολὴν τεκμήραιτ᾽ ἄν τις ῥᾳδίως ἐκ τοῦ λεχθησομένου: [393] μετὰ γὰρ χρόνον ἐτῶν χιλίων καὶ τριακοσίων Ὑρκανὸς ἀρχιερεὺς πολιορκούμενος ὑπ᾽ Ἀντιόχου τοῦ Εὐσεβοῦς ἐπικληθέντος υἱοῦ δὲ Δημητρίου, βουλόμενος χρήματ᾽ αὐτῷ δοῦναι ὑπὲρ τοῦ λῦσαι τὴν πολιορκίαν καὶ τὴν στρατιὰν ἀπαγαγεῖν καὶ ἀλλαχόθεν οὐκ εὐπορῶν, ἀνοίξας ἕνα οἶκον τῶν ἐν τῷ Δαυίδου μνήματι καὶ βαστάσας τρισχίλια τάλαντα μέρος ἔδωκεν Ἀντιόχῳ καὶ διέλυσεν οὕτως τὴν πολιορκίαν, καθὼς καὶ ἐν ἄλλοις δεδηλώκαμεν. [394] μετὰ δὲ τοῦτο ἐτῶν πολλῶν διαγενομένων πάλιν βασιλεὺς Ἡρώδης ἕτερον ἀνοίξας οἶκον ἀνείλετο χρήματα πολλά. ταῖς μέντοι γε θήκαις τῶν βασιλέων οὐδεὶς αὐτῶν ἐπέτυχεν: ἦσαν γὰρ ὑπὸ τὴν γῆν μηχανικῶς κεκηδευμέναι πρὸς τὸ μὴ φανεραὶ εἶναι τοῖς εἰς τὸ μνῆμα εἰσιοῦσιν. ἀλλὰ περὶ μὲν τούτων ἡμῖν τοσοῦτον ἀπόχρη δεδηλῶσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: