previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[124]

Μεταπεμψαμένου δ᾽ αὐτὸν κρύφα τοῦ βασιλέως καὶ τί δύναται φράζειν αὐτῷ παρὰ τοῦ θεοῦ καὶ πρὸς τὰ παρόντα σημαίνειν ἐρομένου, ἔχειν μὲν ἔλεγεν, οὐ πιστευθήσεσθαι δ᾽ εἰπὼν οὐδὲ παραινέσας ἀκουσθήσεσθαι, ἀλλ᾽ὡς δὴ μέγα κακόν τι εἰργασμένον ἀπολέσαι διέγνωσαν οἱ σοὶ φίλοι’, φησί, ‘καὶ ποῦ νῦν εἰσιν οἱ τὸν Βαβυλώνιον οὐκέθ᾽ ἡμῖν ἐπιστρατεύσειν φάσκοντες καὶ ἀπατῶντες ὑμᾶς; εὐλαβοῦμαι δὲ νῦν γε τὴν ἀλήθειαν εἰπεῖν, μή με κατακρίνῃς θανάτῳ.’ τοῦ δὲ βασιλέως ὅρκους αὐτῷ δόντος, [125] ὡς οὔτε αὐτὸς αὐτὸν ἀναιρήσει οὔτε τοῖς ἡγεμόσιν ἐκδώσει, θαρσήσας τῇ δεδομένῃ πίστει συνεβούλευσεν αὐτῷ παραδοῦναι τὴν πόλιν τοῖς Βαβυλωνίοις: [126] ταῦτα δὲ αὐτῷ τὸν θεὸν δι᾽ αὐτοῦ προφητεύειν ἔλεγεν, εἴ γε βούλεται σώζεσθαι καὶ τὸν ἐφεστῶτα κίνδυνον διαφυγεῖν καὶ μήτε τὴν πόλιν εἰς ἔδαφος πεσεῖν, μήτε τὸν ναὸν ἐμπρησθέντα * γὰρ αὐτὸν τούτων παραίτιον ἔσεσθαι τῶν κακῶν τοῖς πολίταις καὶ αὑτῷ πανοικὶ τῆς συμφορᾶς. [127] δὲ ταῦτ᾽ ἀκούσας βούλεσθαι μὲν αὐτὸς ἔφη ποιεῖν παραινεῖ καὶ λέγει συνοίσειν αὐτῷ γινόμενα, δεδιέναι δὲ τοὺς αὐτομολήσαντας τῶν ὁμοφύλων πρὸς τοὺς Βαβυλωνίους, μὴ διαβληθεὶς ὑπ᾽ αὐτῶν τῷ βασιλεῖ κολασθῇ. [128] παρεθάρσυνε δὲ αὐτὸν προφήτης καὶ μάτην ὑπονοεῖν τὴν τιμωρίαν ἔλεγεν: οὐδενὸς γὰρ κακοῦ πειραθήσεσθαι παραδόντα τοῖς Βαβυλωνίοις οὔτ᾽ αὐτὸν οὔτε τὰ τέκνα οὔτε τὰς γυναῖκας, μενεῖν δὲ καὶ τὸν ναὸν ἀπαθῆ. [129] καὶ τὸν μὲν Ἱερεμίαν ταῦτ᾽ εἰπόντα βασιλεὺς ἀπέλυσεν προστάξας αὐτῷ πρὸς μηδένα τῶν πολιτῶν ἐξενεγκεῖν τὰ δόξαντ᾽ αὐτοῖς, ἀλλὰ μηδὲ τοῖς ἡγεμόσιν, εἰ μαθόντες αὐτὸν ὑπ᾽ αὐτοῦ μετάπεμπτον γεγονέναι πυνθάνονται τί κληθεὶς εἴποι πρὸς αὐτόν, φράζειν τι τούτων, ἀλλὰ σκήπτεσθαι πρὸς αὐτούς, ὅτι δεηθείη μὴ ἐν δεσμῷ τυγχάνειν καὶ φυλακῇ. [130] καὶ δὴ τοῦτο πρὸς αὐτοὺς ἔλεγεν: ἐπυνθάνοντο γὰρ ἐλθόντες πρὸς τὸν προφήτην, τί περὶ αὐτῶν ἀφίκοιτο πρὸς τὸν βασιλέα σκήπτεσθαι. ταῦτα μὲν οὕτως ἐλέχθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: