previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[305]

Ἐν τοιούτοις διενοεῖτο βοηθεῖν τῷ καιρῷ: χαλεπὸν δ᾽ ἦν οὔτε τῶν πλησίον ἐχόντων ἀποδόσθαι σιτία τῷ μηδ᾽ αὐτοὺς ἐλάττω πεπονθέναι, χρημάτων τε οὐκ ὄντων, εἰ καὶ δυνατὸν ὀλίγων ἐπὶ πολλοῖς εὐπορηθῆναι. [306] καλῶς μέντοι νομίζων ἔχειν πάντως εἰς τὴν βοήθειαν μὴ ἀμελεῖν, τὸν ὄντα κόσμον ἐν τοῖς βασιλείοις αὐτοῦ συνέκοψεν ἀργύρου καὶ χρυσοῦ, μήτε τῆς ἐν ταῖς κατασκευαῖς ἐπιμελείας μήτ᾽ εἴ τι τέχνῃ τίμιον ἦν τούτου φεισάμενος. [307] ἔπεμπε δ᾽ ἐπ᾽ Αἰγύπτου τὰ χρήματα Πετρωνίου τὴν ἐπαρχίαν ἀπὸ Καίσαρος εἰληφότος. οὗτος οὐκ ὀλίγων ἐπ᾽ αὐτὸν καταπεφευγότων διὰ τὰς αὐτὰς χρείας, ἰδίᾳ τε φίλος ὢν Ἡρώδῃ καὶ διασώσασθαι θέλων τοὺς ὑπ᾽ αὐτῷ, πρώτοις μὲν ἔδωκεν ἐξάγειν τὸν σῖτον, εἰς ἅπαντα δὲ κατὰ τὴν ὠνὴν καὶ τὸν ἔκπλουν συνήργησεν, ὡς μέγα μέρος τὸ πᾶν γενέσθαι ταύτης τῆς βοηθείας. [308] γὰρ Ἡρώδης, τούτων ἀφικομένων ἐν ἀφορμῇ τὴν ἐπιμέλειαν τὴν αὐτοῦ προστιθεὶς οὐ μόνον ἀντιμετέστησεν τὰς γνώμας τῶν πρότερον χαλεπῶς ἐχόντων, ἀλλὰ καὶ μεγίστην ἐποιήσατο τὴν ἐπίδειξιν τῆς εὐνοίας καὶ τῆς προστασίας. [309] πρῶτον μὲν γὰρ ὅσοις οἷόν τε δι᾽ αὐτῶν τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν ἔνειμε τοῦ σίτου τὴν ἔκταξιν ἀκριβεστάτην ποιούμενος, ἔπειτα πολλῶν ὄντων, οἳ κατὰ γῆρας τινα προσοῦσαν ἄλλην ἀσθένειαν οὐχ ἱκανῶς εἶχον αὐτοῖς παρασκευάζειν τὰ σιτία, προυνόει καταστήσας ἀρτοποιοὺς καὶ παρέχων ἑτοίμας τὰς τροφάς. [310] ἐπιμέλειαν δὲ καὶ τοῦ μὴ διαχειμάσαι μετὰ κινδύνων αὐτοὺς ἐποιήσατο συγκατειληφυίας καὶ τῆς περὶ τὰς ἐσθῆτας ἀπορίας, ἐφθαρμένων καὶ παντάπασιν ἐξαναλωθέντων τῶν βοσκημάτων, ὡς οὔτε ἐρίων εἶναι χρῆσιν οὔτε τῶν ἄλλων σκεπασμάτων. [311] ἐκπορισθέντων δὲ αὐτῷ καὶ τούτων ταῖς πλησίον ἤδη πόλεσιν ἐπεβάλλετο τὰς ὠφελείας παρέχειν σπέρματα τοῖς ἐν Συρίᾳ διαδούς. καὶ τοῦτ᾽ ὤνησεν οὐχ ἧττον αὐτὸν εὐστοχηθείσης εἰς εὐφορίαν τῆς χάριτος, ὡς ἅπασιν ἱκανὰ τὰ περὶ τὰς τροφὰς γενέσθαι. [312] τὸ δὲ σύμπαν ἀμήτου περὶ τὴν γῆν ὑποφανέντος οὐκ ἔλαττον πέντε μυριάδας ἀνθρώπων, οὓς αὐτὸς ἔθρεψεν καὶ περιεποίησεν, εἰς τὴν χώραν διέπεμψεν, καὶ τοῦτον τὸν τρόπον κακωθεῖσαν αὐτῷ τὴν βασιλείαν ὑπὸ πάσης φιλοτιμίας καὶ σπουδῆς ἀναλαβὼν οὐχ ἥκιστα καὶ τοὺς πέριξ ἐν ταῖς αὐταῖς κακοπαθείαις ὄντας ἐπεκούφισεν. [313] οὐ γὰρ ἔσθ᾽ ὅστις ὑπὸ χρείας ἐντυχὼν ἀπελείφθη μὴ βοήθειαν εὕρασθαι κατὰ τὴν ἀξίαν. ἀλλὰ καὶ δῆμοι καὶ πόλεις καὶ τῶν ἰδιωτῶν ὅσοις ἀπορία διὰ τὸ πλειόνων προΐστασθαι συνετύγχανεν, ἐπ᾽ αὐτὸν καταφεύγοντες ἔσχον ὧν ἐδεήθησαν, [314] ὥστε γενέσθαι λογιζομένων τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, δὲ κόρος δύναται μεδίμνους Ἀττικοὺς δέκα, τοὺς δ᾽ εἰς αὐτὴν τὴν βασιλείαν περὶ ὀκτάκις μυρίους. [315] ταύτην δ᾽ αὐτοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῆς χάριτος εὐκαιρίαν οὕτως ἐν αὐτοῖς τε τοῖς Ἰουδαίοις ἰσχῦσαι συνέβη καὶ διαβοηθῆναι παρὰ τοῖς ἄλλοις, ὥστε τὰ μὲν πάλαι μίση κινηθέντα διὰ τὸ παραχαράττειν ἔνια τῶν ἐθῶν καὶ τῆς βασιλείας ἐξαιρεθῆναι καὶ τοῦ παντὸς ἔθνους, ἀντικατάλλαγμα δὲ φαίνεσθαι τὴν ἐν τῇ βοηθείᾳ τῶν δεινοτάτων φιλοτιμίαν. [316] εὔκλεια δὲ καὶ παρὰ τῶν ἔξωθεν ἦν, καὶ δοκεῖ τὰ δυσχερῆ συμβῆναι μὲν αὐτῷ μείζω λόγου, κακώσαντα δὲ τὴν βασιλείαν οὐχ ἥκιστα πρὸς εὐδοξίαν ὠφελῆσαι: τὸ γὰρ ἐν ταῖς ἀπορίαις μεγαλόψυχον παρὰ δόξαν ἐπιδειξάμενος ἀντιμετέστησε τοὺς πολλούς, ὡς ἐξ ὑπαρχῆς δοκεῖν οὐχ οἷον πεῖρα τῶν πάλαι γεγενημένων, ἀλλ᾽ οἷον μετὰ τῆς χρείας ἐπιμέλεια παρεστήσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: