previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22] ἐπράυνεν αὐτοὺς καὶ τῆς μὲν τοῦ βάλλειν ὁρμῆς ἐπέσχε καὶ εἰς μετάνοιαν ὧν ἔμελλον δρᾶν ἔτρεψε. παθεῖν δ᾽ οὐκ ἀλόγως αὐτοὺς διὰ τὴν ἀνάγκην τοῦτο νομίσας ἔγνω δεῖν ἐφ᾽ ἱκετείαν τοῦ θεοῦ καὶ παράκλησιν ἐλθεῖν, καὶ ἀναβὰς ἐπί τινα σκοπὴν ᾔτει πόρον τινὰ τῷ λαῷ καὶ τῆς ἐνδείας ἀπαλλαγήν: [23] ἐν αὐτῷ γὰρ εἶναι τὴν σωτηρίαν αὐτοῦ καὶ οὐκ ἐν ἄλλῳ: συγγινώσκειν δὲ τοῖς νῦν ὑπὸ τῆς ἀνάγκης ὑπὸ τοῦ λαοῦ πραττομένοις φύσει δυσαρέστου καὶ φιλαιτίου τοῦ τῶν ἀνθρώπων ἐν οἷς ἂν ἀτυχῇ γένους ὄντος. θεὸς δὲ προνοήσειν τε ἐπαγγέλλεται καὶ παρέξειν ἀφορμὴν ἣν ποθοῦσι. [24] Μωυσῆς δὲ τοῦ θεοῦ ταῦτ᾽ ἀκούσας καταβαίνει πρὸς τὸ πλῆθος: οἱ δ᾽ ὡς ἑώρων καὶ ταῖς ἐπαγγελίαις ταῖς παρὰ τοῦ θεοῦ γεγηθότα μετέβαλον ἐκ τῆς κατηφείας πρὸς τὸ ἱλαρώτερον, καὶ στὰς ἐκεῖνος ἐν μέσοις ἥκειν ἔλεγε φέρων αὐτοῖς παρὰ τοῦ θεοῦ τὴν περὶ τῶν ἐνεστηκότων ἀπόρων ἀπαλλαγήν. [25] καὶ μετ᾽ ὀλίγον ὀρτύγων πλῆθος, τρέφει δὲ τοῦτο τὸ ὄρνεον ὡς οὐδὲν ἕτερον Ἀράβιος κόλπος, ἐφίπταται τὴν μεταξὺ θάλατταν ὑπερελθὸν καὶ ὑπὸ κόπου τε ἅμα τῆς πτήσεως καὶ πρόσγαιον μᾶλλον τῶν ἄλλων ὂν καταφέρεται εἰς τοὺς Ἑβραίους: οἱ δὲ συλλαμβάνοντες ὡς τροφὴν αὐτοῖς τοῦ θεοῦ ταύτην μηχανησαμένου τὴν ἔνδειαν ἰῶνται, καὶ Μωυσῆς ἐπ᾽ εὐχὰς τρέπεται τοῦ θεοῦ ταχεῖαν καὶ παρὰ τὴν ὑπόσχεσιν ποιησαμένου τὴν ἐπικουρίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: