previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[309]

Φονεύσας δὲ τὸν Ἤλανον ἵππαρχος Ζαμβρίας αὐτὸς βασιλεύει καὶ πᾶσαν τὴν Βασάνου γενεὰν κατὰ τὴν Ἰηοῦς προφητείαν διαφθείρει: τῷ γὰρ αὐτῷ τρόπῳ συνέβη τὸν οἶκον αὐτοῦ πρόρριζον ἀπολέσθαι διὰ τὴν ἀσέβειαν, ὡς καὶ τὸν Ἱεροβοάμου διαφθαρέντα γεγράφαμεν. [310] δὲ πολιορκοῦσα τὴν Γαβαθώνην στρατιὰ πυθομένη τὰ περὶ τὸν βασιλέα καὶ ὅτι Ζαμβρίας ἀποκτείνας αὐτὸν ἔχει τὴν βασιλείαν καὶ αὐτὴ τὸν ἡγούμενον αὐτῆς Ἀμαρῖνον ἀπέδειξε βασιλέα, ὃς ἀπὸ τῆς Γαβαθώνης ἀναστήσας τὸν στρατὸν εἰς Θαρσὴν παραγίνεται τὸ βασίλειον καὶ προσβαλὼν τῇ πόλει κατὰ κράτος αἱρεῖ. [311] Ζαμβρίας δὲ τὴν πόλιν ἰδὼν ἠρημωμένην συνέφυγεν εἰς τὸ μυχαίτατον τῶν βασιλείων καὶ ὑποπρήσας αὐτὸ συγκατέκαυσεν ἑαυτὸν βασιλεύσας ἡμέρας ἑπτά. διέστη δ᾽ εὐθὺς τῶν Ἰσραηλιτῶν λαὸς καὶ οἱ μὲν αὐτῶν Θαμαναῖον βασιλεύειν ἤθελον, οἱ δὲ τὸν Ἀμαρῖνον. νικήσαντες δ᾽ οἱ τοῦτον ἄρχειν ἀξιοῦντες ἀποκτείνουσι τὸν Θαμαναῖον, καὶ παντὸς βασιλεύει Ἀμαρῖνος τοῦ ὄχλου. [312] τριακοστῷ δὲ ἔτει τῆς Ἀσάνου βασιλείας ἦρξεν Ἀμαρῖνος ἔτη δώδεκα: τούτων τὰ μὲν ἓξ ἐν Θάρσῳ πόλει, τὰ δὲ λοιπὰ ἐν Σωμαρεῶνι λεγομένῃ πόλει ὑπὸ δὲ Ἑλλήνων Σαμαρείᾳ καλουμένῃ. προσηγόρευσε δ᾽ αὐτὴν αὐτὸς Σωμαραῖος ἀπὸ τοῦ τὸ ὄρος ἀποδομένου αὐτῷ ἐφ᾽ κατεσκεύασε τὴν πόλιν Σωμάρου. [313] διέφερε δ᾽ οὐδὲν τῶν πρὸ αὐτοῦ βασιλευσάντων τῷ χείρων αὐτῶν εἶναι: ἅπαντες γὰρ ἐζήτουν πῶς ἀποστήσουσιν ἀπὸ τοῦ θεοῦ τὸν λαὸν τοῖς καθ᾽ ἡμέραν ἀσεβήμασι καὶ διὰ τοῦτο δι᾽ ἀλλήλων αὐτοὺς θεὸς ἐποίησεν ἐλθεῖν καὶ μηδένα τοῦ γένους ὑπολιπεῖν. ἐτελεύτησε δὲ καὶ οὗτος ἐν Σαμαρείᾳ, διαδέχεται δ᾽ αὐτὸν παῖς Ἄχαβος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: